§18.3.1ταῦτα δʼ εἰπόντος τοῦ Φαινέου τοῦ τῶν Αἰτωλῶν στρατηγοῦ, μεταλαβὼν Ἀλέξανδρος ὁ προσαγορευόμενος Ἴσιος, ἀνὴρ δοκῶν πραγματικὸς εἶναι καὶ λέγειν ἱκανός,
在埃托利亚人的将军派内阿斯说完这些话后,绰号伊西奥斯的亚历山大接过话头,此人被公认为精明干练且能言善辩。
§18.3.2οὔτε διαλύεσθαι νῦν ἔφησε τὸν Φίλιππον ἀληθινῶς οὔτε πολεμεῖν γενναίως, ὅταν δέῃ τοῦτο πράττειν, ἀλλʼ ἐν μὲν τοῖς συλλόγοις καὶ ταῖς ὁμιλίαις ἐνεδρεύειν καὶ παρατηρεῖν καὶ ποιεῖν τὰ τοῦ πολεμοῦντος ἔργα, κατʼ αὐτὸν δὲ τὸν πόλεμον ἀδίκως ἵστασθαι καὶ λίαν ἀγεννῶς·
他表示,菲利普现在既非诚心求和,亦非在必要时堂堂正正地作战,反而是在会谈与交涉中设伏窥测,行交战者之事,但在真正的战争中却表现得毫无正义,极不光明磊落。
§18.3.3ἀφέντα γὰρ τοῦ κατὰ πρόσωπον ἀπαντᾶν τοῖς πολεμίοις, φεύγοντα τὰς πόλεις ἐμπιπράναι καὶ διαρπάζειν καὶ διὰ ταύτης τῆς προαιρέσεως ἡττώμενον τὰ τῶν νικώντων ἆθλα λυμαίνεσθαι.
因为他避开与敌人正面交锋,而是在逃跑时将城市付之一炬并加以掠夺,通过这种策略,他虽然战败,却毁掉了胜利者的奖品。
§18.3.4καίτοι γε τοὺς πρότερον Μακεδόνων βεβασιλευκότας οὐ ταύτην ἐσχηκέναι τὴν πρόθεσιν, ἀλλὰ τὴν ἐναντίαν· μάχεσθαι μὲν γὰρ πρὸς ἀλλήλους συνεχῶς ἐν τοῖς ὑπαίθροις, τὰς δὲ πόλεις σπανίως ἀναιρεῖν καὶ καταφθείρειν.
然而,昔日统治马其顿的国王们并没有这种企图,反而恰恰相反:因为他们经常在野外相互厮杀,却极少毁灭和破坏城市。
§18.3.5τοῦτο δʼ εἶναι πᾶσι φανερὸν ἔκ τε τοῦ πολέμου τοῦ περὶ τὴν Ἀσίαν, ὃν Ἀλέξανδρος ἐπολέμησε πρὸς Δαρεῖον, ἔκ τε τῆς τῶν διαδεξαμένων ἀμφισβητήσεως, καθʼ ἣν ἐπολέμησαν πάντες πρὸς Ἀντίγονον ὑπὲρ τῆς Ἀσίας.
这一点对所有人来说都是显而易见的,无论从亚历山大对大流士所进行的那场亚细亚战争中,还是从继业者们为争夺亚细亚而全体与安提柯交战的争端中,皆是如此。
§18.3.6παραπλησίως δὲ καὶ τοὺς τούτους διαδεξαμένους μέχρι Πύρρου κεχρῆσθαι τῇ προαιρέσει ταύτῃ·
同样,继承这些人的后继者直到皮洛士,也都采取了这一策略。
§18.3.7διακινδυνεύειν μὲν γὰρ πρὸς αὑτοὺς ἐν τοῖς ὑπαίθροις προχείρως καὶ πάντα ποιεῖν εἰς τὸ καταγωνίσασθαι διὰ τῶν ὅπλων ἀλλήλους, τῶν δὲ πόλεων φείδεσθαι χάριν τοῦ τοὺς νικήσαντας ἡγεῖσθαι τούτων καὶ τιμᾶσθαι παρὰ τοῖς ὑποταττομένοις.
因为他们甘愿在野外进行决战,不遗余力地用武力击败对方,但却保全城市,以便胜利者能够统治这些地方,并受到臣属者的尊敬。
§18.3.8τὸ δʼ ἀναιροῦντα περὶ ὧν ὁ πόλεμός ἐστι τὸν πόλεμον αὐτὸν καταλιπεῖν μανίας ἔργον εἶναι, καὶ ταύτης ἐρρωμένης, ὃ νῦν ποιεῖν τὸν Φίλιππον·
但是,毁灭战争所争夺的对象,却让战争本身存留下来,这是一种疯狂之举,而且是极其严重的疯狂,而这正是菲利普现在所做的事。
§18.3.9τοσαύτας γὰρ διεφθαρκέναι πόλεις ἐν Θετταλίᾳ, φίλον ὄντα καὶ σύμμαχον, καθʼ ὃν καιρὸν ἐκ τῶν ἐν Ἠπείρῳ στενῶν ἐποιεῖτο τὴν σπουδήν, ὅσας οὐδείς ποτε τῶν Θετταλοῖς πεπολεμηκότων διέφθειρε.
因为他在色萨利——那本是他的朋友和盟友——撤离伊庇鲁斯的险隘而行军匆匆之时,所摧毁的城市数量,竟然比任何曾与色萨利人交战的人所摧毁的还要多。
§18.3.10πολλὰ δὲ καὶ ἕτερα πρὸς ταύτην τὴν ὑπόθεσιν διαλεχθεὶς τελευταίοις ἐχρήσατο τούτοις.
在围绕这一论题发表了许多其他看法后,他最后提出了以下几点疑问。
§18.3.11ἤρετο γὰρ τὸν Φίλιππον διὰ τί Λυσιμάχειαν μετʼ Αἰτωλῶν ταττομένην καὶ στρατηγὸν ἔχουσαν παρʼ αὐτῶν ἐκβαλὼν τοῦτον κατάσχοι φρουρᾷ τὴν πόλιν· §18.3.12διὰ τί δὲ Κιανούς, παραπλησίως μετʼ Αἰτωλῶν συμπολιτευομένους ἐξανδραποδίσαιτο, φίλος ὑπάρχων Αἰτωλοῖς· τί δὲ λέγων κατέχει νῦν Ἐχῖνον καὶ Θήβας τὰς Φθίας καὶ Φάρσαλον καὶ Λάρισαν.
他质问菲利普,为什么当吕西马基亚与埃托利亚人结盟并由他们派遣将军驻守时,他却驱逐了这位将军并用驻军占领了该城;为什么在身为埃托利亚人朋友的情况下,却将同样与埃托利亚人具有同等政治联盟关系的基亚诺斯人贬为奴隶;他又凭什么理由现在继续占领着埃基诺斯、弗提亚的底比斯、法萨卢斯和拉里萨。