§18.17.1ὅτι Νάβις ὁ τύραννος ἀπολιπὼν ἐπὶ τῆς τῶν Ἀργείων πόλεως Τιμοκράτην τὸν Πελληνέα διὰ τὸ μάλιστα τούτῳ πιστεύειν καὶ χρῆσθαι πρὸς τὰς ἐπιφανεστάτας πράξεις, ἐπανῆλθεν εἰς τὴν Σπάρτην, καὶ μετά τινας ἡμέρας ἐξέπεμψε τὴν γυναῖκα, §18.17.2δοὺς ἐντολὰς παραγενομένην εἰς Ἄργος περὶ πόρον γίνεσθαι χρημάτων.
僭主纳比斯在阿戈斯人的城市留下了佩莱内人提摩克拉底(因为他最信任此人,并在最显赫的事业中重用他)之后,返回了斯巴达,并在几天后派出了他的妻子,传达命令让她到达阿戈斯后,致力于筹措资金。
§18.17.3ἡ δʼ ἀφικομένη πολὺ κατὰ τὴν ὠμότητα Νάβιν ὑπερέθετο·
而她到达后,在残酷上远远超过了纳比斯。
§18.17.4ἀνακαλεσαμένη γὰρ τῶν γυναικῶν τινὰς μὲν κατʼ ἰδίαν, τινὰς δὲ κατὰ συγγένειαν, πᾶν γένος αἰκίας καὶ βίας προσέφερε, §18.17.5μέχρι σχεδὸν ἁπασῶν οὐ μόνον τὸν χρυσοῦν ἀφείλετο κόσμον, ἀλλὰ καὶ τὸν ἱματισμὸν τὸν πολυτελέστατον.
因为她召集了妇女们,有些是单独召见,有些是按亲属关系召见,施加了各种虐待和暴力,直至几乎剥夺了所有人不仅是金饰,还有最昂贵的衣物。
—
ὁ δὲ Ἄτταλος περιβαλλόμενος πλείω λόγον, §18.17.6ὑπεμίμνησκεν αὐτοὺς τῆς ἀνέκαθεν τῶν προγόνων ἀρετῆς. —
而阿塔罗斯滔滔不绝,提醒他们祖先自古以来的美德。