§16.8.1καὶ τὸ μὲν τέλος τῆς περὶ Χίον ναυμαχίας τοιοῦτον συνέβη γενέσθαι,
这样,围绕希奥斯岛的海战便宣告结束。
§16.8.2τῆς δὲ νίκης ὁ Φίλιππος ἀντεποιεῖτο κατὰ δύο προφάσεις, κατὰ μίαν μέν, ᾗ τὸν Ἄτταλον εἰς τὴν γῆν ἐκβαλὼν ἐγκρατὴς τῆς νεὼς ἐγεγόνει, καθʼ ἑτέραν δʼ, ᾗ καθορμισθεὶς ἐπὶ τὸ καλούμενον Ἄργεννον ἐδόκει πεποιῆσθαι τὸν ὅρμον ἐπὶ τῶν ναυαγίων.
然而,菲力根据两个借口来声称自己获得了胜利:其一,他将阿塔罗斯逼至陆地,并夺取了其座舰;其二,他停泊在被称为阿尔根农的地方,从而显得他是在残骸之中确立了停泊地。
§16.8.3ἀκόλουθα δὲ τούτοις ἔπραττε καὶ κατὰ τὴν ἑξῆς ἡμέραν συνάγων τὰ ναυάγια καὶ τῶν νεκρῶν ποιούμενος ἀναίρεσιν τῶν ἐπιγινωσκομένων, χάριν τοῦ συναύξειν τὴν προειρημένην φαντασίαν.
于是他在次日也采取了与之相符的行动,收集船只残骸,并收敛能够辨认的死者尸体,以此来增强上述的假象。
§16.8.4ὅτι γὰρ οὐδʼ αὐτὸς ἐπέπειστο νικᾶν, ἐξήλεγξαν αὐτὸν οἵ τε Ῥόδιοι καὶ Διονυσόδωρος μετʼ ὀλίγον· §16.8.5κατὰ γὰρ τὴν ἐπιοῦσαν ἡμέραν ἔτι περὶ ταῦτα γινομένου τοῦ βασιλέως διαπεμψάμενοι πρὸς ἀλλήλους ἐπέπλευσαν αὐτῷ, καὶ στήσαντες ἐν μετώπῳ τὰς ναῦς, οὐδενὸς ἐπʼ αὐτοὺς ἀνταναγομένου πάλιν ἀπέπλευσαν εἰς τὴν Χίον.
因为他自己其实也并未确信获胜,这一点不久后便被罗得斯人和狄奥尼索多罗斯所拆穿:因为在次日,当国王还在忙于这些事情时,他们互通消息,向他驶来,并排成战列,由于无人出海迎战,他们又驶回了希奥斯。
§16.8.6ὁ δὲ Φίλιππος, οὐδέποτε τοσούτους ἄνδρας ἀπολωλεκὼς οὔτε κατὰ γῆν οὔτε κατὰ θάλατταν ἑνὶ καιρῷ, βαρέως μὲν ἔφερε τὸ γεγονὸς καὶ τὸ πολὺ τῆς ὁρμῆς αὐτοῦ παρῄρητο, §16.8.7πρὸς μέντοι γε τοὺς ἐκτὸς ἐπειρᾶτο κατὰ πάντα τρόπον ἐπικρύπτεσθαι τὴν αὑτοῦ διάληψιν, καίπερ οὐκ ἐώντων αὐτῶν τῶν πραγμάτων.
菲力此前无论在陆上还是海上,都从未在一次战役中损失过如此多的人,因而对所发生的事感到沉重,他的锐气也大半被挫折了;尽管如此,他还是竭尽全力向外界隐瞒自己的真实想法,尽管事实本身并不允许他这样做。
§16.8.8χωρὶς γὰρ τῶν ἄλλων καὶ τὰ μετὰ τὴν μάχην συμβαίνοντα πάντας ἐξέπληττε τοὺς θεωμένους· §16.8.9γενομένης γὰρ τοσαύτης φθορᾶς ἀνθρώπων, παρʼ αὐτὸν μὲν τὸν καιρὸν πᾶς ὁ πόρος ἐπληρώθη νεκρῶν, αἵματος, ὅπλων, ναυαγίων, ταῖς δʼ ἑξῆς ἡμέραις τοὺς αἰγιαλοὺς ἦν ἰδεῖν φύρδην σεσωρευμένους ἀναμὶξ πάντων τῶν προειρημένων.
因为撇开别的不谈,战后发生的事情也令所有目睹者震惊不已:毕竟,由于人员伤亡如此惨重,在战斗发生的当时,整个海峡都塞满了尸体、鲜血、武器和船只残骸,而在接下来的几天里,人们可以看到海岸上杂乱无章地堆满了上述所有的东西。
§16.8.10ἐξ ὧν οὐ μόνον αὐτός, ἀλλὰ καὶ πάντες οἱ Μακεδόνες εἰς διατροπὴν ἐνέπιπτον οὐ τὴν τυχοῦσαν.
见此情景,不仅菲力自己,而且所有的马其顿人都陷入了非同寻常的惊恐之中。