§16.8.1καὶ τὸ μὲν τέλος τῆς περὶ Χίον ναυμαχίας τοιοῦτον συνέβη γενέσθαι,
And such was the result of the sea-battle of Chios.
§16.8.2τῆς δὲ νίκης ὁ Φίλιππος ἀντεποιεῖτο κατὰ δύο προφάσεις, κατὰ μίαν μέν, ᾗ τὸν Ἄτταλον εἰς τὴν γῆν ἐκβαλὼν ἐγκρατὴς τῆς νεὼς ἐγεγόνει, καθʼ ἑτέραν δʼ, ᾗ καθορμισθεὶς ἐπὶ τὸ καλούμενον Ἄργεννον ἐδόκει πεποιῆσθαι τὸν ὅρμον ἐπὶ τῶν ναυαγίων.
But Philip claimed the victory on two pretexts: on the one hand, because he had driven Attalus to the land and got possession of his ship; on the other hand, because he had anchored at the place called Argennum and thus seemed to have made his anchorage in the midst of the wrecks.
§16.8.3ἀκόλουθα δὲ τούτοις ἔπραττε καὶ κατὰ τὴν ἑξῆς ἡμέραν συνάγων τὰ ναυάγια καὶ τῶν νεκρῶν ποιούμενος ἀναίρεσιν τῶν ἐπιγινωσκομένων, χάριν τοῦ συναύξειν τὴν προειρημένην φαντασίαν.
Accordingly, on the following day he acted in consistency with this, collecting the wrecks and recovering those of the dead who could be recognized, for the sake of strengthening the aforementioned impression.
§16.8.4ὅτι γὰρ οὐδʼ αὐτὸς ἐπέπειστο νικᾶν, ἐξήλεγξαν αὐτὸν οἵ τε Ῥόδιοι καὶ Διονυσόδωρος μετʼ ὀλίγον·
For that he was not himself convinced of his victory was proved shortly afterwards by the Rhodians and Dionysodorus.
§16.8.5κατὰ γὰρ τὴν ἐπιοῦσαν ἡμέραν ἔτι περὶ ταῦτα γινομένου τοῦ βασιλέως διαπεμψάμενοι πρὸς ἀλλήλους ἐπέπλευσαν αὐτῷ, καὶ στήσαντες ἐν μετώπῳ τὰς ναῦς, οὐδενὸς ἐπʼ αὐτοὺς ἀνταναγομένου πάλιν ἀπέπλευσαν εἰς τὴν Χίον.
For on the following day, while the king was still occupied with these matters, they communicated with one another and sailed out against him; and after drawing up their ships in line of battle, as no one put out to meet them, they sailed back to Chios.
§16.8.6ὁ δὲ Φίλιππος, οὐδέποτε τοσούτους ἄνδρας ἀπολωλεκὼς οὔτε κατὰ γῆν οὔτε κατὰ θάλατταν ἑνὶ καιρῷ, βαρέως μὲν ἔφερε τὸ γεγονὸς καὶ τὸ πολὺ τῆς ὁρμῆς αὐτοῦ παρῄρητο, §16.8.7πρὸς μέντοι γε τοὺς ἐκτὸς ἐπειρᾶτο κατὰ πάντα τρόπον ἐπικρύπτεσθαι τὴν αὑτοῦ διάληψιν, καίπερ οὐκ ἐώντων αὐτῶν τῶν πραγμάτων.
Philip, who had never lost so many men at one time either on land or at sea, took what had happened heavily, and much of his ardor was taken away; nevertheless, he tried in every way to conceal his true feelings from the outside world, although the facts themselves did not permit it.
§16.8.8χωρὶς γὰρ τῶν ἄλλων καὶ τὰ μετὰ τὴν μάχην συμβαίνοντα πάντας ἐξέπληττε τοὺς θεωμένους·
For apart from everything else, the events that followed the battle struck all who beheld them with consternation.
§16.8.9γενομένης γὰρ τοσαύτης φθορᾶς ἀνθρώπων, παρʼ αὐτὸν μὲν τὸν καιρὸν πᾶς ὁ πόρος ἐπληρώθη νεκρῶν, αἵματος, ὅπλων, ναυαγίων, ταῖς δʼ ἑξῆς ἡμέραις τοὺς αἰγιαλοὺς ἦν ἰδεῖν φύρδην σεσωρευμένους ἀναμὶξ πάντων τῶν προειρημένων.
For such had been the destruction of life that, at the time of the action, the whole strait was filled with corpses, blood, arms, and wrecks, while on the following days the beaches could be seen covered with a confused heap of all the aforementioned together.
§16.8.10ἐξ ὧν οὐ μόνον αὐτός, ἀλλὰ καὶ πάντες οἱ Μακεδόνες εἰς διατροπὴν ἐνέπιπτον οὐ τὴν τυχοῦσαν.
At which sight not only Philip himself, but all the Macedonians fell into no ordinary consternation.