Humanitext Reader

波利比奥斯 · 历史 §16.9.1-16.9.5

戴奥菲利斯库斯之死与所获殊荣

第 857 段,共 1311 段 · 希腊语

内容简介

罗得斯指挥官戴奥菲利斯库斯因伤去世,他因率先对菲力发起攻击、迫使祖国与阿塔罗斯勇敢迎战而备受赞誉,并获得了极高的身后荣誉。

§16.9.1Θεοφιλίσκος δὲ μίαν ἡμέραν ἐπιβιώσας, καὶ τῇ πατρίδι γράψας ὑπὲρ τῶν κατὰ τὴν ναυμαχίαν, καὶ Κλεωναῖον ἡγεμόνα συστήσας ἀνθʼ ἑαυτοῦ ταῖς δυνάμεσι, μετήλλαξε τὸν βίον ἐκ τῶν τραυμάτων,
戴奥菲利斯库斯仅多活了一天,在写信给祖国报告海战的具体情况,并推荐克莱奥奈乌斯代替自己担任军队统帅之后,因伤势过重而去世。
§16.9.2ἀνὴρ καὶ κατὰ τὸν κίνδυνον ἀγαθὸς γενόμενος καὶ κατὰ τὴν προαίρεσιν μνήμης ἄξιος.
他是一位在危难中表现勇敢、其志向值得被永远铭记的人。
§16.9.3μὴ γὰρ ἐκείνου τολμήσαντος προεπιβαλεῖν τῷ Φιλίππῳ τὰς χεῖρας πάντες ἂν καταπροεῖντο τοὺς καιρούς, δεδιότες τὴν τοῦ Φιλίππου τόλμαν.
因为若非他敢于率先对菲力动手,众人都会因惧怕菲力的胆量而错失良机。
§16.9.4νῦν δʼ ἐκεῖνος ἀρχὴν πολέμου ποιήσας ἠνάγκασε μὲν τὴν αὑτοῦ πατρίδα συνεξαναστῆναι τοῖς καιροῖς, ἠνάγκασε δὲ τὸν Ἄτταλον μὴ μέλλειν καὶ παρασκευάζεσθαι τὰ πρὸς τὸν πόλεμον, ἀλλὰ πολεμεῖν ἐρρωμένως καὶ κινδυνεύειν.
然而实际上,由于他开创了战争的端倪,他迫使自己的祖国顺应时局共同奋起,也迫使阿塔罗斯不再迟疑和观望战争,而是有力地交战并冒险。
§16.9.5τοιγαροῦν εἰκότως αὐτὸν οἱ Ῥόδιοι καὶ μεταλλάξαντα τοιαύταις ἐτίμησαν τιμαῖς διʼ ὧν οὐ μόνον τοὺς ζῶντας, ἀλλὰ καὶ τοὺς ἐπιγενομένους ἐξεκαλέσαντο πρὸς τοὺς ὑπὲρ τῆς πατρίδος καιρούς. —
因此,罗得斯人理所当然地在他去世后也授予了他如此崇高的荣誉,这些荣誉不仅能激励活着的人,也能激励后世子孙,在祖国需要的时候挺身而出。

词汇与语法注释

  1. 16.9.3μὴ ... ἐκείνου τολμήσαντος — 属格独立结构(genitive absolute),表示条件(“如果他没有敢于……”),与主句中的 ἂν καταπροεῖντο 共同构成与过去事实相反的虚拟条件句(反事实假设)。
  2. 16.9.4μὴ μέλλειν καὶ παρασκευάζεσθαι — 不定式 μέλλειν 在此处意为“拖延”或“迟疑”。在否定词 μή 的修饰下与 καὶ παρασκευάζεσθαι 连用,表示避免他们仅停留在迟疑并不断做准备的消极状态。

引用这一段

波利比奥斯, 历史 §16.9.1-16.9.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:16.9.1-16.9.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。