§16.15.1δῆλον δʼ ἔστι τὸ λεγόμενον ἐκ τῶν ἐνεστώτων.
所言之事从实际发生的事实中显而易见。
ὁμολογοῦντες γὰρ οἱ προειρημένοι διὰ τῶν κατὰ μέρος ἐν τῇ περὶ Λάδην ναυμαχίᾳ δύο μὲν αὐτάνδρους πεντήρεις τῶν Ῥοδίων ὑποχειρίους γενέσθαι τοῖς πολεμίοις, §16.15.2ἐκ δὲ τοῦ κινδύνου μιᾶς νηὸς ἐπαραμένης τὸν δόλωνα διὰ τὸ τετρωμένην αὐτὴν θαλαττοῦσθαι, πολλοὺς καὶ τῶν ἐγγὺς τὸ παραπλήσιον ποιοῦντας ἀποχωρεῖν πρὸς τὸ πέλαγος, §16.15.3τέλος δὲ μετʼ ὀλίγων καταλειφθέντα τὸν ναύαρχον ἀναγκασθῆναι ταὐτὸ τοῖς προειρημένοις πράττειν, §16.15.4καὶ τότε μὲν εἰς τὴν Μυνδίαν ἀπουρώσαντας καθορμισθῆναι, τῇ δʼ ἐπαύριον ἀναχθέντας εἰς Κῶ διᾶραι, §16.15.5τοὺς δὲ πολεμίους τὰς πεντήρεις ἐνάψασθαι καὶ καθορμισθέντας ἐπὶ τὴν Λάδην ἐπὶ τῇ ʼκείνων στρατοπεδείᾳ ποιήσασθαι τὴν ἔπαυλιν, §16.15.6ἔτι δὲ τοὺς Μιλησίους, καταπλαγέντας τὸ γεγονός, οὐ μόνον τὸν Φίλιππον, ἀλλὰ καὶ τὸν Ἡρακλείδην στεφανῶσαι διὰ τὴν ἔφοδον, §16.15.7ταῦτα δʼ εἰρηκότες ἃ προφανῶς ἐστιν ἴδια τῶν ἡττημένων, ὅμως καὶ διὰ τῶν κατὰ μέρος καὶ διὰ τῆς καθολικῆς ἀποφάσεως νικῶντας ἀποφαίνουσι τοὺς Ῥοδίους,
因为上述作家在关于拉德海战的具体记述中承认,罗得岛人的两艘五段舵船连同其全体船员落入敌手,并且在险境中,由于一艘船受损进水而扬起辅助帆,附近的多艘船只也同样效仿,退向公海,最终,只剩下少数船只相伴的提督,也被迫做出了与上述相同的事情,并在那时退往闵迪亚领地停泊,次日启航渡海至科斯岛,而敌军则系留了这些五段舵船,并在拉德停泊,在罗得岛人先前的营地上安营扎寨,此外,米利都人对所发生的事感到震惊,不仅为腓力,也为赫拉克莱德的这次进攻戴上花冠—— 尽管他们说出了这些显然属于战败者特征的事,但他们无论是在具体记述还是在总体宣告中,仍然声称罗得岛人获得了胜利。
§16.15.8καὶ ταῦτα τῆς ἐπιστολῆς ἔτι μενούσης ἐν τῷ πρυτανείῳ τῆς ὑπʼ αὐτοὺς τοὺς καιροὺς ὑπὸ τοῦ ναυάρχου πεμφθείσης περὶ τούτων τῇ τε βουλῇ καὶ τοῖς πρυτάνεσιν, οὐ ταῖς Ἀντισθένους καὶ Ζήνωνος ἀποφάσεσι συμφωνούσης ἀλλὰ ταῖς ἡμετέραις.
况且,当时由提督向议会和执政官发出的一封关于这些事务的信件至今仍保存在市政厅中,该信件与安提斯泰尼和芝诺的声明并不一致,而是与我们的记录相符。