§16.10.1ὅτι μετὰ τὸ συντελεσθῆναι τὴν περὶ τὴν Λάδην ναυμαχίαν καὶ τοὺς μὲν Ῥοδίους ἐκποδὼν γενέσθαι, τὸν δʼ Ἄτταλον μηδέπω συμμεμιχέναι, δῆλον ὡς ἐξῆν γε τελεῖν τῷ Φιλίππῳ τὸν εἰς τὴν Ἀλεξάνδρειαν πλοῦν.
显而易见,在拉德海战结束、罗得斯人退去、且阿塔罗斯尚未会师之后,菲力本可扬帆前往亚历山大里亚。
ἐξ οὗ δὴ καὶ μάλιστʼ ἄν τις καταμάθοι τὸ μανιώδη γενόμενον Φίλιππον τοῦτο πρᾶξαι.
正因如此,人们最能明白,菲力是陷入了疯狂才做出这番举动的。
—
τί οὖν ἦν τὸ τῆς ὁρμῆς ἐπιλαβόμενον;
那么,究竟是什么阻挡了他的冲动?
§16.10.2οὐδὲν ἕτερον ἀλλʼ ἡ φύσις τῶν πραγμάτων.
无他,正是事物的本性使然。
§16.10.3ἐκ πολλοῦ μὲν γὰρ ἐνίοτε πολλοὶ τῶν ἀδυνάτων ἐφίενται διὰ τὸ μέγεθος τῶν προφαινομένων ἐλπίδων, κρατούσης τῆς ἐπιθυμίας τῶν ἑκάστου λογισμῶν·
因为有时候,由于眼前展现的希望如此巨大,许多人早早就对不可能的事物想入非非,这时他们的欲望支配了各自的理性。
§16.10.4ὅταν δʼ ἐγγίσωσι τοῖς ἔργοις, οὐδενὶ λόγῳ πάλιν ἀφίστανται τῶν προθέσεων, ἐπισκοτούμενοι καὶ παραλογιζόμενοι τοῖς λογισμοῖς διὰ τὴν ἀμηχανίαν καὶ τὴν δυσχρηστίαν τῶν ἀπαντωμένων. —
然而,当他们接近实际行动时,由于面对局势的棘手和重重困难,他们的理性变得昏暗并产生误判,于是毫无道理地再次放弃了原先的企图。