§16.11.1μετὰ ταῦτα δὲ ποιησάμενος ὁ Φίλιππός τινας ἀπράκτους προσβολὰς διὰ τὴν ὀχυρότητα τοῦ πολίσματος αὖθις ἀπεχώρει, πορθῶν τὰ φρούρια καὶ τὰς κατὰ τὴν χώραν συνοικίας.
此后,由于该城镇坚固防守,菲力在进行了几次徒劳的进攻后再次撤退,沿途劫掠了各处的堡垒和乡间聚落。
§16.11.2ὅθεν ἀπαλλαττόμενος προσεστρατοπέδευσε τῇ Πρινασσῷ. ταχὺ δὲ γέρρα καὶ τὴν τοιαύτην ἑτοιμάσας παρασκευὴν ἤρξατο πολιορκεῖν διὰ τῶν μετάλλων.
他从那里撤走,在普里纳索斯附近安营扎寨;他迅速准备了编木盾和此类攻城装备,开始通过开挖地道进行围攻。
§16.11.3οὔσης δʼ ἀπράκτου τῆς ἐπιβολῆς αὐτῷ διὰ τὸ πετρώδη τὸν τόπον ὑπάρχειν ἐπινοεῖ τι τοιοῦτον.
然而,由于该地多石,他的这一尝试对他而言毫无成效,于是他想出了这样一个计策。
§16.11.4τὰς μὲν ἡμέρας ψόφον ἐποίει κατὰ γῆς, ὡς ἐνεργουμένων τῶν μετάλλων, τὰς δὲ νύκτας ἔξωθεν ἔφερε χοῦν καὶ παρέβαλλε παρὰ τὰ στόμια τῶν ὀρυγμάτων, ὥστε διὰ τοῦ πλήθους τῆς σωρευομένης γῆς στοχαζομένους καταπλαγεῖς γενέσθαι τοὺς ἐν τῇ πόλει.
白天,他在地下制造噪音,假装地道挖掘正在积极进行;夜间,他则从外面运来泥土,堆放在坑道口旁,结果城内的人根据堆积的泥土量进行推测,陷入了极大的恐慌。
§16.11.5τὰς μὲν οὖν ἀρχὰς ὑπέμενον οἱ Πρινασσεῖς εὐγενῶς· ἐπεὶ δὲ προσπέμψας ὁ Φίλιππος ἐνεφάνιζε διότι πρὸς δύο πλέθρα τοῦ τείχους αὐτοῖς ἐξήρεισται, καὶ προσεπυνθάνετο πότερα βούλονται λαβόντες τὴν ἀσφάλειαν ἐκχωρεῖν ἢ μετὰ τῆς πόλεως συναπολέσθαι πανδημεί, §16.11.6τῶν ἐρεισμάτων ἐμπρησθέντων, τηνικάδε πιστεύσαντες τοῖς λεγομένοις παρέδοσαν τὴν πόλιν. —
起初,普里纳索斯人还勇敢地坚持着;但当菲力派人前去告知,城墙已有两普勒特隆的长度被挖空并用支架支撑着,并询问他们是愿意获得人身安全保证后撤离,还是愿意在支架被点燃、全城一同毁灭时一同丧命,他们在此时相信了这番话,便交出了城市。