Humanitext Reader

波利比奥斯 · 历史 §16.1.1-16.1.9

腓力五世攻打帕加马与破坏圣所

第 849 段,共 1311 段 · 希腊语

内容简介

马其顿国王腓力五世攻打帕加马受挫,怒而彻底摧毁了当地的神庙与圣所。随后他在周边地区的掠夺也落空,虽向宙克西斯请求援助,但对方仅虚与委蛇。

§16.1.1ὅτι Φίλιππος ὁ βασιλεὺς παραγενόμενος εἰς τὸ Πέργαμον καὶ νομίζων οἷον αὐτόχειρ Ἀττάλου γενέσθαι πᾶσαν αἰκίαν ἐναπεδείκνυτο.
国王腓力抵达帕加马,以为自己仿佛能亲手解决阿塔罗斯,因而施展了种种暴行。
§16.1.2χαριζόμενος γὰρ οἷον εἰ λυττῶντι τῷ θυμῷ, τὸ πλεῖον τῆς ὀργῆς οὐκ εἰς τοὺς ἀνθρώπους, ἀλλʼ εἰς τοὺς θεοὺς διετίθετο.
因为他顺从自己的愤怒,仿佛这愤怒在发狂一般,将其大部分怨恨不是发泄在人身上,而是发泄在神明身上。
§16.1.3κατὰ μὲν γὰρ τοὺς ἀκροβολισμοὺς εὐχερῶς αὐτὸν ἀπήρυκον διὰ τὰς τῶν τόπων ὀχυρότητας οἱ τὸ Πέργαμον παραφυλάττοντες· ἀπὸ δὲ τῆς χώρας οὐδὲν ὠφελεῖτο τῷ προνενοῆσθαι τὸν Ἄτταλον ὑπὲρ τούτων ἐπιμελῶς.
事实上,在小规模冲突中,帕加马的守军因地势险要而轻易将他击退;而由于阿塔罗斯早已对此作了周密的防范,腓力无法从该地区获得任何补给。
§16.1.4λοιπὸν εἰς τὰ τῶν θεῶν ἕδη καὶ τεμένη διετίθετο τὴν ὀργήν, ὑβρίζων οὐκ Ἄτταλον, ὥς γʼ ἐμοὶ δοκεῖ, πολὺ δὲ μᾶλλον ἑαυτόν.
于是,他将愤怒转向神明的神殿和圣所,在我看来,他侮辱的并不是阿塔罗斯,而更像是他自己。
§16.1.5οὐ γὰρ μόνον ἐνεπίμπρα καὶ κατασπῶν ἐρρίπτει τοὺς νεὼς καὶ τοὺς βωμούς, ἀλλὰ καὶ τοὺς λίθους ἔθραυε πρὸς τὸ μηδὲ πάλιν ἀνασταθῆναι μηδὲν τῶν κατεφθαρμένων.
因为他不仅放火焚烧、推倒并抛弃了神庙和祭坛,还砸碎了石块,以使那些被毁坏的建筑绝无可能再次重建。
§16.1.6ἐπεὶ δὲ τὸ Νικηφόριον ἐλυμήνατο, τὸ μὲν ἄλσος ἐκτεμών, τὸν δὲ περίβολον διαρρίψας, τούς τε ναοὺς ἐκ θεμελίων ἀνέσκαψε, πολλοὺς καὶ πολυτελεῖς ὑπάρχοντας, §16.1.7ὥρμησε τὰς μὲν ἀρχὰς ἐπὶ Θυατείρων· ἐκεῖθεν δὲ ποιησάμενος τὴν ἀναζυγὴν εἰς τὸ Θήβης πεδίον εἰσέβαλε, νομίζων εὐπορήσειν λείας μάλιστα περὶ τούτους τοὺς τόπους.
在他破坏了尼克福里翁圣所,砍伐了神林,拆毁了围墙,并从地基上挖毁了许多宏伟奢华的神庙之后,他起初向蒂亚蒂拉进军;随后从那里拔营,侵入底比斯平原,以为在这些地方最能获得丰厚的掠夺物。
§16.1.8ἀποπεσὼν δὲ καὶ ταύτης τῆς ἐλπίδος, καὶ παραγενόμενος εἰς Ἱερὰν κώμην, διεπέμπετο πρὸς Ζεῦξιν, παρακαλῶν αὐτὸν σῖτον χορηγῆσαι καὶ τὰ λοιπὰ συμπράττειν κατὰ τὰς συνθήκας.
然而,这一希望也落空了,他来到希埃拉·科墨,派人去见宙克西斯,请求他提供粮食并根据条约在其他方面予以协助。
§16.1.9ὁ δὲ Ζεῦξις ὑπεκρίνετο μὲν ποιεῖν τὰ κατὰ τὰς συνθήκας, οὐκ ἐβούλετο δὲ σωματοποιεῖν ἀληθινῶς τὸν Φίλιππον. —
而宙克西斯虽然表面上假装按照条约行事,却并不想真正增强腓力的实力。

词汇与语法注释

  1. 16.1.1οἷον αὐτόχειρ Ἀττάλου γενέσθαι — 由于不定式的逻辑主语与主句主语(Φίλιππος)一致,形容词 αὐτόχειρ 使用了主格。属格 Ἀττάλου 受该形容词(“亲手解决……的人”)支配。
  2. 16.1.2οἷον εἰ λυττῶντι — 起连词作用的短语 οἷον εἰ(“仿佛……一般”)修饰分词 λυττῶντι(“发狂”),构成比喻。该分词与动词 χαριζόμενος 的与格补语 τῷ θυμῷ 一致。
  3. 16.1.3τῷ προνενοῆσθαι τὸν Ἄτταλον — 不带介词的冠词性不定式与格(τῷ + 不定式)表示原因。宾格的 τὸν Ἄτταλον 作完成时中动/被动语态不定式 προνενοῆσθαι 的逻辑主语。
  4. 16.1.9σωματοποιεῖν — 波利比乌斯文笔中极具特征的动词。字面意思是“赋予肉体、具体化”,此处比喻性地表示“赋予实质力量、增强势力”。

引用这一段

波利比奥斯, 历史 §16.1.1-16.1.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:16.1.1-16.1.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。