§16.2.1ὁ δὲ Φίλιππος, τῶν μὲν κατὰ τὴν πολιορκίαν ἀντιπιπτόντων αὐτῷ, τῶν δὲ πολεμίων ἐφορμούντων πλείοσι καταφράκτοις ναυσίν, ἠπορεῖτο καὶ δυσχρήστως διέκειτο περὶ τοῦ μέλλοντος.
至于腓力,因包围战的事态对他不利,且敌人以更多的甲板船进行监视,因而感到困惑,对未来处于艰难的境地。
§16.2.2οὐκ ἐπιδεχομένων δὲ τῶν παρόντων αἵρεσιν, ἀνήχθη παρὰ τὴν τῶν πολεμίων προσδοκίαν·
但由于目前的形势不容许有所选择,他出乎敌人意料地出航了。
§16.2.3ἔτι γὰρ αὐτὸν ἤλπιζον οἱ περὶ τὸν Ἄτταλον προσκαρτερήσειν τῇ τῶν μετάλλων κατασκευῇ.
因为阿塔罗斯及其部下曾预料他还会坚持进行坑道工程。
§16.2.4μάλιστα δʼ ἐσπούδαζε ποιήσασθαι τὸν ἀνάπλουν αἰφνίδιον, πεπεισμένος καταταχήσειν καὶ τὸ λοιπὸν ἀσφαλῶς ἤδη κομισθήσεσθαι παρὰ τὴν γῆν εἰς τὴν Σάμον.
他特别急于进行突然的出航,深信自己能抢先一步,此后便可沿着陆地安全地航行到萨摩斯。
§16.2.5διεψεύσθη δὲ παρὰ πολὺ τοῖς λογισμοῖς· οἱ γὰρ περὶ τὸν Ἄτταλον καὶ Θεοφιλίσκον, ἅμα τῷ συνιδεῖν αὐτὸν ἀναγόμενον, εἴχοντο τῶν προκειμένων εὐθέως.
然而,他的算计大错特错;因为阿塔罗斯和塞奥菲利斯科斯及其部下,一见他出航,便立即着手进行眼前的追击任务。
§16.2.6συνέβη δὲ τὸν ἀνάπλουν αὐτῶν γενέσθαι διαλελυμένον, ἅτε πεπεισμένων τὸν Φίλιππον, καθάπερ εἶπον, ἔτι μένειν ἐπὶ τῶν ὑποκειμένων.
不过,他们的出航显得零散无序,因为正如我所说,他们确信腓力仍停留在原先的计划中。
§16.2.7οὐ μὴν ἀλλὰ χρησάμενοι ταῖς εἰρεσίαις ἐνεργῶς προσέβαλλον, Ἄτταλος μὲν τῷ δεξιῷ καὶ καθηγουμένῳ τῶν πολεμίων, Θεοφιλίσκος δὲ τοῖς εὐωνύμοις.
尽管如此,他们仍奋力划桨展开攻击,阿塔罗斯进攻敌军的右翼及先头部队,而塞奥菲利斯科斯则进攻其左翼。
§16.2.8Φίλιππος δὲ περικαταλαμβανόμενος τοῖς καιροῖς, δοὺς τὸ σύνθημα τοῖς ἐπὶ τοῦ δεξιοῦ καὶ παραγγείλας ἀντιπρώρρους ποιεῖν τὰς ναῦς καὶ συμπλέκεσθαι τοῖς πολεμίοις ἐρρωμένως, αὐτὸς ὑπὸ τὰς νησίδας ἀναχωρήσας μετά τινων λέμβων, τὰς μεταξὺ τοῦ πόρου κειμένας, ἀπεκαραδόκει τὸν κίνδυνον.
至于腓力,由于被局势所迫,他向右翼发出信号,命令他们调转船头迎敌并全力交战;他自己则率领几艘轻舟退到航道中央的那些小岛下方,密切注注视着战斗的局势。
§16.2.9ἦν δὲ τῶν μὲν τοῦ Φιλίππου νεῶν τὸ πλῆθος τὸ συγκαταστὰν εἰς τὸν ἀγῶνα κατάφρακτοι τρεῖς καὶ πεντήκοντα, σὺν δὲ τούτοις ἄφρακτα λέμβοι δὲ σὺν ταῖς πρίστεσιν ἑκατὸν καὶ πεντήκοντα· τὰς γὰρ ἐν τῇ Σάμῳ ναῦς οὐκ ἠδυνήθη καταρτίσαι πάσας.
投入战斗的腓力军舰数量为:五十三艘甲板船,此外还有一些无甲板船,以及一百五十艘轻舟和锯齿船;因为他未能将军队在萨摩斯的所有船只全部装备好。
§16.2.10τὰ δὲ τῶν πολεμίων σκάφη κατάφρακτα μὲν ἦν ἑξήκοντα καὶ πέντε σὺν τοῖς τῶν Βυζαντίων, μετὰ δὲ τούτων ἐννέα τριημιολίαι καὶ τριήρεις τρεῖς ὑπῆρχον.
另一方面,敌方的船只中,包括拜占庭人的在内,有六十五艘甲板船,此外还有九艘半三列桨船和三艘三列桨船。