§15.5.1οἱ δὲ Καρχηδόνιοι θεωροῦντες τὰς πόλεις ἐκπορθουμένας, ἔπεμπον πρὸς τὸν Ἀννίβαν, δεόμενοι μὴ μέλλειν, ἀλλὰ προσπελάζειν τοῖς πολεμίοις καὶ κρίνειν τὰ πράγματα διὰ μάχης.
迦太基人看到城市被洗劫,便派人去见汉尼拔,请求他不要拖延,而是要迎击敌人,通过战斗来决定胜负。
§15.5.2ὁ δὲ διακούσας τοῖς μὲν παροῦσιν ἀπεκρίθη τἄλλα σκοπεῖν, περὶ δὲ τούτου ῥᾳθυμεῖν· διαλήψεσθαι γὰρ τὸν καιρὸν αὐτός.
他听完汇报后,对在场的人回答说,让他们操心别的事,对此事则不必多虑;因为他自己会掌握时机。
§15.5.3μετὰ δέ τινας ἡμέρας ἀναζεύξας ἐκ τῶν παρὰ τὸν Ἀδρύμητα τόπων προῆλθε καὶ κατεστρατοπέδευσε περὶ Ζάμαν· αὕτη δʼ ἐστὶ πόλις ἀπέχουσα Καρχηδόνος ὡς πρὸς τὰς δύσεις ὁδὸν ἡμερῶν πέντε.
几天后,他从哈德鲁梅图姆附近的地区拔营,前行并在扎马附近驻扎;这是一座距离迦太基向西约五天路程的城市。
κἀκεῖθεν ἐξέπεμψε τρεῖς κατασκόπους, §15.5.4βουλόμενος ἐπιγνῶναι ποῦ στρατοπεδεύουσι καὶ πῶς χειρίζει τὰ κατὰ τὰς παρεμβολὰς ὁ τῶν Ῥωμαίων στρατηγός.
他从那里派出了三名侦察,想要探明敌人在哪里驻扎,以及罗马将军如何管理营地中的事务。
Πόπλιος δʼ, §15.5.5ἐπαναχθέντων ὡς αὐτὸν τῶν κατασκόπων, τοσοῦτον ἀπέσχε τοῦ κολάζειν τοὺς ἑαλωκότας, καθάπερ ἔθος ἐστὶ τοῖς ἄλλοις, ὡς τοὐναντίον συστήσας αὐτοῖς χιλίαρχον ἐπέταξε πάντα καθαρίως ὑποδεῖξαι τὰ κατὰ τὴν παρεμβολήν.
然而,普布利乌斯,在这几名侦察被带到他面前时,他非但没有像其他人通常做的那样惩罚被捕者,相反,他给他们分派了一名军团千人队长,并命令他把营地里的一切毫无保留地展示给他们看。
§15.5.6γενομένου δὲ τούτου προσεπύθετο τῶν ἀνθρώπων εἰ πάντα φιλοτίμως αὐτοῖς ὑποδέδειχεν ὁ συσταθείς· τῶν δὲ φησάντων, §15.5.7δοὺς ἐφόδια καὶ παραπομπὴν ἐξαπέστειλε προστάξας ἐπιμελῶς Ἀννίβᾳ διασαφεῖν περὶ τῶν ἀπηντημένων αὐτοῖς.
这件事做完后,他进一步询问这些人,被指派的人是否已经尽职地向他们展示了一切;当他们表示确实如此时,他发给他们旅费和护卫,并遣送他们回去,命令他们向汉尼拔仔细说明他们的所见所闻。
§15.5.8ὧν παραγενηθέντων θαυμάσας ὁ Ἀννίβας τὴν μεγαλοψυχίαν καὶ τόλμαν τἀνδρὸς οὐκ οἶδʼ ὅπως εἰς ὁρμὴν ἔπεσε τοῦ βούλεσθαι συνελθεῖν εἰς λόγους τῷ Ποπλίῳ.
他们回去后,汉尼拔对那人的宽宏大量和胆识大为惊叹,不知怎的,他产生了一种想要与普布利乌斯会面交谈的冲动。
§15.5.9κρίνας δὲ τοῦτο διεπέμψατο κήρυκα, φάσκων βούλεσθαι κοινολογηθῆναι πρὸς αὐτὸν ὑπὲρ τῶν ὅλων.
做此决定后,他派遣了一名传令官,表示希望就大局与他进行商谈。
§15.5.10ὁ δὲ Πόπλιος ἀκούσας ταῦτα τοῦ κήρυκος συγκατετίθετο τοῖς παρακαλουμένοις, ἔφη δὲ πέμψειν πρὸς αὐτὸν διασαφῶν, ἐπειδὰν μέλλῃ συμπορεύεσθαι, τὸν τόπον καὶ τὸν καιρόν.
普布利乌斯从传令官那里听到这些话后,同意了这一请求,并表示在他准备前往会面时,会派人通知他时间与地点。
§15.5.11ταῦτα μὲν οὖν ἀκούσας ὁ κῆρυξ ἐπανῆλθε πάλιν εἰς τὴν ἰδίαν παρεμβολήν·
传令官听完这些话后,便回到了自己的营地。
§15.5.12τῇ δʼ ἐπαύριον ἧκε Μασαννάσας, ἔχων πεζοὺς μὲν εἰς ἑξακισχιλίους, ἱππεῖς δὲ περὶ τετρακισχιλίους.
第二天,马西尼萨率领约六千步兵和大约四千骑兵到达。
§15.5.13ὃν ἀποδεξάμενος ὁ Πόπλιος φιλανθρώπως καὶ συγχαρεὶς ἐπὶ τῷ πάντας ὑπηκόους πεποιῆσθαι τοὺς πρότερον Σόφακι πειθομένους, §15.5.14ἀνέζευξε, καὶ παραγενηθεὶς πρὸς πόλιν Ναράγαρα κατεστρατοπέδευσε, πρός τε τἄλλα τόπον εὐφυῆ καταλαβόμενος καὶ τὴν
普布利乌斯热情地接待了他,并祝贺他使以前顺从西法克斯的所有人都臣服于他,随后拔营,来到纳拉加拉城附近安营扎寨,他占据了一个在各方面都十分有利的地点,并且把