Humanitext Reader

波利比奥斯 · 历史 §15.7.1-15.7.9

汉尼拔陈说命运无常与提出和约条件

第 815 段,共 1311 段 · 希腊语

内容简介

汉尼拔向大西庇阿阐述了命运的无常,以自己当年威逼罗马而如今不得不乞和的经历为例,劝诫他不要骄傲并接受和谈。他提出将西西里、萨丁尼亚、伊比利亚以及两国间的岛屿全部让给罗马。

§15.7.1περ εἰ νηπίοις παισὶ χρωμένη·
仿佛是在愚弄幼童一般。
σὲ δʼ ἀγωνιῶ, Πόπλιε, λίαν" ἔφη "καὶ διὰ τὸ νέον εἶναι κομιδῇ καὶ διὰ τὸ πάντα σοι κατὰ λόγον κεχωρηκέναι καὶ τὰ κατὰ τὴν Ἰβηρίαν καὶ τὰ κατὰ τὴν Λιβύην καὶ μηδέπω μέχρι γε τοῦ νῦν εἰς τὴν τῆς τύχης ἐμπεπτωκέναι παλιρρύμην, μήποτʼ οὐ πεισθῇς διὰ ταῦτα τοῖς ἐμοῖς λόγοις, καίπερ οὖσι πιστοῖς.
但我为你,普布利乌斯,”他说道,“感到十分忧虑,这既是因为你十分年轻,也是因为无论在伊比利亚还是在利比亚,万事都如你所愿地顺遂,而且至今你还从未遭遇过命运的逆流,我担心你会因为这些原因而不听信我的话,尽管这些话是真诚可靠的。
§15.7.2σκόπει δʼ ἀφʼ ἑνὸς τῶν λόγων τὰ πράγματα, μὴ τὰ τῶν προγεγονότων, ἀλλὰ τὰ καθʼ ἡμᾶς αὐτούς.
请不要从先人的事例,而要从我们自身的经历来思考这件事情。
§15.7.3εἰμὶ τοιγαροῦν Ἀννίβας ἐκεῖνος, ὃς μετὰ τὴν ἐν Κάνναις μάχην σχεδὸν ἁπάσης Ἰταλίας ἐγκρατὴς γενόμενος μετά τινα χρόνον ἧκον πρὸς αὐτὴν τὴν Ῥώμην, καὶ στρατοπεδεύσας ἐν τετταράκοντα σταδίοις ἐβουλευόμην ὑπὲρ ὑμῶν καὶ τοῦ τῆς ὑμετέρας πατρίδος ἐδάφους πῶς ἐστί μοι χρηστέον, §15.7.4ὃς νῦν ἐν Λιβύῃ πάρειμι πρὸς σὲ Ῥωμαῖον ὄντα περὶ τῆς ἐμαυτοῦ καὶ τῶν Καρχηδονίων σωτηρίας κοινολογησόμενος.
因为我就是那个汉尼拔,在坎尼战役之后,我几乎控制了整个意大利,并在一段时间后逼近罗马城下,在相距四十斯塔德的地方安营扎寨,思量着该如何处置你们以及你们祖国的领土;而如今,我却在利比亚来到你这个罗马人面前,为了我自己和迦太基人的生死存亡进行协商。
εἰς ἃ βλέποντα παρακαλῶ σε μὴ μέγα φρονεῖν, §15.7.5ἀλλʼ ἀνθρωπίνως βουλεύεσθαι περὶ τῶν ἐνεστώτων· τοῦτο δʼ ἐστὶ τῶν μὲν ἀγαθῶν ἀεὶ τὸ μέγιστον, τῶν κακῶν δὲ τοὐλάχιστον αἱρεῖσθαι.
看到这些,我劝你不要高傲自大,而是要以人类理性的态度来考虑眼前的情况;这也就是在面对好的一面时始终选择最大的,而在面对坏的一面时选择最小的危害。
§15.7.6τίς οὖν ἂν ἕλοιτο νοῦν ἔχων πρὸς τοιοῦτον ὁρμᾶν κίνδυνον οἷος σοὶ νῦν ἐνέστηκεν;
那么,凡是有理智的人,谁会愿意投身于你现在所面临的这种危险之中呢?
ἐν ᾧ νικήσας μὲν οὔτε τῇ σαυτοῦ δόξῃ μέγα τι προσθήσεις οὔτε τῇ τῆς πατρίδος, ἡττηθεὶς δὲ πάντα τὰ πρὸ τούτου σεμνὰ καὶ καλὰ διʼ αὑτὸν ἄρδην ἀναιρήσεις.
在这场危险中,如果你获胜了,你既不会给自己也不会给祖国增添多少伟大的荣耀;但如果你失败了,你就会因为自己的缘故,将以往所有显赫而美好的成就彻底毁于一旦。
§15.7.7τί οὖν ἐστιν ὃ προτίθεμαι τέλος τῶν νυνὶ λόγων;
那么,我现在的这番话,所提出的最终目的到底是什么呢?
§15.7.8πάντα περὶ ὧν πρότερον ἠμφισβητήσαμεν, Ῥωμαίων ὑπάρχειν — ταῦτα δʼ ἦν Σικελία, Σαδρώ, τὰ κατὰ τὴν Ἰβηρίαν — καὶ μηδέποτε Καρχηδονίους Ῥωμαίοις ὑπὲρ τούτων ἀντᾶραι πόλεμον· ὁμοίως δὲ καὶ τὰς ἄλλας νήσους, ὅσαι μεταξὺ κεῖνται τῆς Ἰταλίας καὶ Λιβύης, Ῥωμαίων ὑπάρχειν.
那就是,我们以前所争夺的所有领土——这些曾是西西里、萨丁尼亚以及伊比利亚的各处——都归罗马人所有,并且迦太基人绝不为了这些地方再与罗马人开战;同样,介于意大利和利比亚之间的其他所有岛屿,也都归罗马人所有。
§15.7.9ταύτας γὰρ πέπεισμαι τὰς συνθήκας καὶ πρὸς τὸ μέλλον ἀσφαλεστάτας μὲν εἶναι Καρχηδονίοις, ἐνδοξοτάτας δὲ σοὶ καὶ πᾶσι Ῥωμαίοις.
因为我确信,这一条约不仅在未来对迦太基人是最安全的,而且对你和所有罗马人来说也是最光荣的。
"

词汇与语法注释

  1. 15.7.1μήποτʼ οὐ πεισθῇς — 由表示担忧的动词 `ἀγωνιῶ`(我忧虑)引导的从句。`μή`(恐怕/是否)与否定词 `οὐ`(不)连用,构成双重否定,意为“担心你不会被说服(不听信)”。此处使用虚拟语气 `πεισθῇς`。
  2. 15.7.3χρηστέον — 动词 `χράομαι`(使用、对待)派生的动形容词中性单数形式,用于非人称句中,表示必要性或义务。施事者由与格 `μοι`(由我)表示,在语境中意为“我应该如何对待[你们]”。

引用这一段

波利比奥斯, 历史 §15.7.1-15.7.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:15.7.1-15.7.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。