§15.3.1γενομένων δὲ τούτων αὖθις ὁ πόλεμος ἄλλην ἀρχὴν εἰλήφει βαρυτέραν τῆς πρόσθεν καὶ δυσμενικωτέραν.
这些事情发生之后,战争重新开始,进入了一个比以前更沉重、更具敌意的阶段。
§15.3.2οἵ τε γὰρ Ῥωμαῖοι δοκοῦντες παρεσπονδῆσθαι φιλοτίμως διέκειντο πρὸς τὸ περιγενέσθαι τῶν Καρχηδονίων, οἵ τε Καρχηδόνιοι συνειδότες σφίσι τὰ πεπραγμένα πρὸς πᾶν ἑτοίμως εἶχον πρὸς τὸ μὴ τοῖς ἐχθροῖς ὑποχείριοι γενηθῆναι.
因为罗马人认为自己遭到了背信弃义的对待,因而决意要战胜迦太基人;而迦太基人深知自己所做的事,为了不落入敌人手中,已经做好应对一切的准备。
§15.3.3τοιαύτης δὲ τῆς ἐξ ἀμφοῖν παραστάσεως ὑπαρχούσης προφανὲς ἦν ὅτι δεήσει μάχῃ κρίνεσθαι περὶ τῶν ἐνεστώτων.
既然双方都持有这样的态度,显然眼前的局势必须通过战斗来决出胜负。
§15.3.4ἐξ οὗ συνέβαινε μὴ μόνον τοὺς κατὰ τὴν Ἰταλίαν καὶ Λιβύην πάντας, ἀλλὰ καὶ τοὺς κατὰ τὴν Ἰβηρίαν καὶ Σικελίαν καὶ Σαρδόνα μετεώρους εἶναι καὶ περισπᾶσθαι ταῖς διανοίαις, καραδοκοῦντας τὸ συμβησόμενον.
结果,不仅意大利和利比亚的所有人,连伊比利亚、西西里和撒丁尼亚的人也都惶恐不安、心神不定,焦急地注视着行将发生的结局。
§15.3.5κατὰ δὲ τὸν καιρὸν τοῦτον Ἀννίβας, ἐλλείπων τοῖς ἱππικοῖς, διέπεμπε πρός τινα Νομάδα Τυχαῖον, ὃς ἦν μὲν οἰκεῖος Σόφακος, ἱππεῖς δὲ μαχιμωτάτους ἔχειν ἐδόκει τῶν κατὰ τὴν Λιβύην,
此时,因骑兵匮乏,汉尼拔派使者前往一个名叫泰凯乌斯的努米底亚人那里。 此人是西法克斯的亲戚,被认为拥有利比亚最骁勇善战的骑兵。
§15.3.6παρακαλῶν αὐτὸν βοηθεῖν καὶ συνεπιλαμβάνεσθαι τοῦ καιροῦ, σαφῶς γινώσκοντα διότι Καρχηδονίων κρατησάντων δύναται διαφυλάττειν τὴν ἀρχήν, Ῥωμαίων δʼ ἐκνικησάντων καὶ τῷ βίῳ κινδυνεύσει διὰ τὴν Μασαννάσου φιλαρχίαν.
敦促他前来相助,共同应对这一危机;他清楚地知道,如果迦太基人获胜,他就能保住自己的统治权,但如果罗马人胜出,由于马西尼萨的野心,他甚至连性命都难保。
§15.3.7οὗτος οὖν πεισθεὶς τοῖς παρακαλουμένοις ἧκε μετὰ δισχιλίων ἱππέων πρὸς τὸν Ἀννίβαν.
于是,此人被这些请求所说服,率领两千骑兵来到了汉尼拔身边。