§15.35.1διόπερ οὐ χρὴ τοῖς τοιούτοις προσάπτειν τὸν ἐπιμετροῦντα λόγον, καθάπερ εἶπα, τῷ δʼ Ἀγαθοκλεῖ καὶ Διονυσίῳ τοῖς Σικελιώταις καί τισιν ἑτέροις τῶν ἐν πράγμασιν ἐπʼ ὀνόματος γεγονότων.
因此,正如我所说,不应将夸大的叙述用于此类人,而应用于西西里的阿加托克雷斯和狄奥尼修斯,以及其他一些在实际国务中名声显赫的人物。
§15.35.2ἐκείνων γὰρ ὁ μὲν ἕτερος ἐκ δημοτικῆς καὶ ταπεινῆς ὑποθέσεως ὁρμηθείς, ὁ δʼ Ἀγαθοκλῆς, ὡς ὁ Τίμαιος ἐπισκώπτων φησί, κεραμεὺς ὑπάρχων καὶ καταλιπὼν τὸν τροχὸν καὶ τὸν πηλὸν καὶ τὸν καπνόν, ἧκε νέος ὢν εἰς τὰς Συρακούσας.
因为在他们之中,前者出身于平民的卑微背景;而阿加托克雷斯,正如蒂迈欧嘲讽地所说,他本是一个陶工,在丢下了陶轮、粘土和烟尘后,年轻时来到了叙拉古。
§15.35.3καὶ τὸ μὲν πρῶτον ἐγενήθησαν ἀμφότεροι κατὰ τοὺς ἰδίους καιροὺς τύραννοι Συρακουσῶν, πόλεως τῆς μέγιστον ἀξίωμα τότε καὶ μέγιστον πλοῦτον περιποιησαμένης, §15.35.4μετὰ δὲ ταῦτα βασιλεῖς ἁπάσης Σικελίας νομισθέντες καί τινων καὶ τῆς Ἰταλίας μερῶν κυριεύσαντες.
起初,他们二人在各自的时代都成为了叙拉古的僭主——叙拉古在当时是夺得了最大威望和最大财富的城市—— 此后,他们被视为全西西里的国王,并且还统治了意大利的部分地区。
§15.35.5Ἀγαθοκλῆς δʼ οὐ μόνον καὶ τῶν τῆς Λιβύης ἀπεπείρασεν, ἀλλὰ καὶ τέλος ἐναπέθανε ταῖς ὑπεροχαῖς ταύταις.
此外,阿加托克雷斯不仅尝试染指利比亚的事务,而且最终在保有这些显赫权力的状态下去世。
§15.35.6διὸ καὶ Πόπλιον Σκιπίωνά φασι τὸν πρῶτον καταπολεμήσαντα Καρχηδονίους ἐρωτηθέντα τίνας ὑπολαμβάνει πραγματικωτάτους ἄνδρας γεγονέναι καὶ σὺν νῷ τολμηροτάτους, εἰπεῖν τοὺς περὶ Ἀγαθοκλέα καὶ Διονύσιον τοὺς Σικελιώτας.
因此,据说第一位击败迦太基人的普布利乌斯·西庇阿在被问及他认为谁是历史上最具实干才华且兼具理智与最大胆识的人时,他回答道:“西西里的阿加托克雷斯和狄奥尼修斯一辈。
§15.35.7καὶ περὶ μὲν τῶν τοιούτων ἀνδρῶν εἰς ἐπίστασιν ἄγειν τοὺς ἀναγινώσκοντας, καί που καὶ τῆς τύχης ποιήσασθαι μνήμην, ἔτι δὲ τῶν ἀνθρωπείων πραγμάτων, καὶ καθόλου προστιθέναι τὸν ἐπεκδιδάσκοντα λόγον, ἐπὶ δὲ τῶν προειρημένων ἀνδρῶν οὐδαμῶς ἁρμόζει.
” 因而,对于此类人物,引导读者进行思考,并或许提及命运,乃至人类事务的变迁,且总体上增加启发性的论述,这[是合适的];但对于前述的那些人,则绝不相宜。