§15.30.1ἤδη δὲ κεκριμένου τοῦ καινοτομεῖν τοῖς ἀνδράσιν, ἐπιγενομένης καθʼ ἑκάστην οἰκίαν καὶ τῆς ἐκ τῶν γυναικῶν ὀργῆς διπλάσιον ἐξεκαύθη τὸ μῖσος.
由于男子们已经决定采取变革,且每个家庭中妇女们的愤怒也随之加入,仇恨便成倍地燃烧起来。
§15.30.2ἅμα δὲ τῷ μεταλαβεῖν τὸ τῆς νυκτὸς πᾶσα πλήρης ἦν ἡ πόλις θορύβου καὶ φώτων καὶ διαδρομῆς·
随着夜幕降临,整个城市都充满了喧嚣、灯火和四处奔走的人群。
§15.30.3οἱ μὲν γὰρ εἰς τὸ στάδιον ἡθροίζοντο μετὰ κραυγῆς, οἱ δὲ παρεκάλουν ἀλλήλους, οἱ δὲ κατεδύοντο διαδιδράσκοντες εἰς ἀνυπονοήτους οἰκίας καὶ τόπους·
因为有些人大声喧哗着聚集到竞技场,有些人互相招呼,还有些人则逃跑并躲藏在出人意料的房屋和角落里。
§15.30.4ἤδη δὲ τῶν περὶ τὴν αὐλὴν εὐρυχωριῶν καὶ τοῦ σταδίου καὶ τῆς πλατείας πλήρους ὑπαρχούσης ὄχλου παντοδαποῦ καὶ τῆς περὶ τὸ Διονυσιακὸν θέατρον προστασίας, §15.30.5πυθόμενος τὸ συμβαῖνον Ἀγαθοκλῆς ἐξηγέρθη μεθύων, ἄρτι καταλελυκὼς τὸν πότον, καὶ παραλαβὼν τοὺς συγγενεῖς πάντας πλὴν Φίλωνος ἧκε πρὸς τὸν βασιλέα.
当宫殿周围的空地、竞技场、大马路以及迪奥尼索斯剧院前廊已经挤满了各种各样的人群时,获悉事态发展的阿加托克雷斯在醉酒中惊醒,他刚刚结束酒宴,便带着除菲隆以外的所有亲属,来到了国王面前。
§15.30.6καὶ βραχέα πρὸς τοῦτον οἰκτισάμενος καὶ λαβόμενος αὐτοῦ τῆς χειρός, ἀνέβαινεν εἰς τὴν σύριγγα τὴν μεταξὺ τοῦ Μαιάνδρου καὶ τῆς παλαίστρας κειμένην καὶ φέρουσαν ἐπὶ τὴν τοῦ θεάτρου πάροδον.
他对国王简短地哀诉,并拉着他的手,走进了位于迈安德罗斯和体育馆之间、通往剧院通道的地下通道。
§15.30.7μετὰ δὲ ταῦτα, δύο θύρας ἀσφαλισάμενος τὰς πρώτας, εἰς τὴν τρίτην ἀνεχώρησε μετὰ δυεῖν ἢ τριῶν σωματοφυλάκων καὶ τοῦ βασιλέως καὶ τῆς αὑτοῦ συγγενείας.
此后,在锁好了前两道门之后,他带着两三名卫兵、国王以及自己的亲属退到了第三道门内。
§15.30.8συνέβαινε δὲ τὰς θύρας εἶναι δικτυωτὰς διαφανεῖς, ἀποκλειομένας δὲ διττοῖς μοχλοῖς.
碰巧这些门是网眼状、透明的格子门,并用双重闩锁锁闭。
§15.30.9κατὰ δὲ τὸν καιρὸν τοῦτον ἡθροισμένου τοῦ πλήθους ἐξ ἁπάσης τῆς πόλεως, ὥστε μὴ μόνον τοὺς ἐπιπέδους τόπους, ἀλλὰ καὶ τὰ βάθρα καὶ τὰ τέγη καταγέμειν ἀνθρώπων, ἐγίνετο βοὴ καὶ κραυγὴ σύμμικτος, ὡς ἂν γυναικῶν ὁμοῦ καὶ παίδων ἀνδράσιν ἀναμεμιγμένων·
此时,由于全城的人群都聚集起来,以至于不仅是地面上的场所,连看台和屋顶都挤满了人,现场爆发出一片混杂的呼喊和喧嚣声,就如同妇女和儿童与男子混杂在一起时一样。
§15.30.10οὐ γὰρ ἐλάττω ποιεῖ τὰ παιδάρια τῶν ἀνδρῶν περὶ τὰς τοιαύτας ταραχὰς ἔν τε τῇ Καρχηδονίων πόλει καὶ κατὰ τὴν Ἀλεξάνδρειαν.
因为在这类动乱中,无论是在迦太基城还是在亚历山大,小孩子制造的动静都不亚于成年男子。