§15.3.1γενομένων δὲ τούτων αὖθις ὁ πόλεμος ἄλλην ἀρχὴν εἰλήφει βαρυτέραν τῆς πρόσθεν καὶ δυσμενικωτέραν.
After these things had happened, the war took a new beginning, more grievous and hostile than before.
§15.3.2οἵ τε γὰρ Ῥωμαῖοι δοκοῦντες παρεσπονδῆσθαι φιλοτίμως διέκειντο πρὸς τὸ περιγενέσθαι τῶν Καρχηδονίων, οἵ τε Καρχηδόνιοι συνειδότες σφίσι τὰ πεπραγμένα πρὸς πᾶν ἑτοίμως εἶχον πρὸς τὸ μὴ τοῖς ἐχθροῖς ὑποχείριοι γενηθῆναι.
For the Romans, thinking they had been treated with treachery, were eagerly resolved to get the better of the Carthaginians; while the Carthaginians, conscious of what they had done, were ready to face anything to avoid falling into the hands of their enemies.
§15.3.3τοιαύτης δὲ τῆς ἐξ ἀμφοῖν παραστάσεως ὑπαρχούσης προφανὲς ἦν ὅτι δεήσει μάχῃ κρίνεσθαι περὶ τῶν ἐνεστώτων.
Since such was the attitude of both sides, it was manifest that the current issues would have to be decided by battle.
§15.3.4ἐξ οὗ συνέβαινε μὴ μόνον τοὺς κατὰ τὴν Ἰταλίαν καὶ Λιβύην πάντας, ἀλλὰ καὶ τοὺς κατὰ τὴν Ἰβηρίαν καὶ Σικελίαν καὶ Σαρδόνα μετεώρους εἶναι καὶ περισπᾶσθαι ταῖς διανοίαις, καραδοκοῦντας τὸ συμβησόμενον.
As a result, not only all the inhabitants of Italy and Libya, but also those of Iberia, Sicily, and Sardinia, were in suspense and distracted in their minds, anxiously awaiting the issue.
§15.3.5κατὰ δὲ τὸν καιρὸν τοῦτον Ἀννίβας, ἐλλείπων τοῖς ἱππικοῖς, διέπεμπε πρός τινα Νομάδα Τυχαῖον, ὃς ἦν μὲν οἰκεῖος Σόφακος, ἱππεῖς δὲ μαχιμωτάτους ἔχειν ἐδόκει τῶν κατὰ τὴν Λιβύην, §15.3.6παρακαλῶν αὐτὸν βοηθεῖν καὶ συνεπιλαμβάνεσθαι τοῦ καιροῦ, σαφῶς γινώσκοντα διότι Καρχηδονίων κρατησάντων δύναται διαφυλάττειν τὴν ἀρχήν, Ῥωμαίων δʼ ἐκνικησάντων καὶ τῷ βίῳ κινδυνεύσει διὰ τὴν Μασαννάσου φιλαρχίαν.
At this time Hannibal, being deficient in cavalry, sent to a certain Numidian named Tychaeus, who was a kinsman of Syphax, and was thought to possess the most warlike cavalry in Libya, urging him to come to his assistance and take his part in the crisis, knowing well that if the Carthaginians got the upper hand he would be able to preserve his dominion, but if the Romans conquered he would run a risk even of his life through the ambition of Masinissa.
§15.3.7οὗτος οὖν πεισθεὶς τοῖς παρακαλουμένοις ἧκε μετὰ δισχιλίων ἱππέων πρὸς τὸν Ἀννίβαν.
He, then, persuaded by these entreaties, came to Hannibal with two thousand cavalry.