§15.21.1ὅτι Μολπαγόρας τις ἦν παρὰ τοῖς Κιανοῖς, ἀνὴρ καὶ λέγειν καὶ πράττειν ἱκανός, κατὰ δὲ τὴν αἵρεσιν δημαγωγικὸς καὶ πλεονέκτης.
在基奥斯人中有一个叫莫尔帕戈拉斯的人,他是一个在言论和行动上都很有能力的人,但在政治倾向上面,他是一个煽动民粹且贪婪的人。
§15.21.2ὃς πρὸς χάριν ὁμιλῶν τῷ πλήθει καὶ τοὺς εὐκαιροῦντας τοῖς βίοις ὑποβάλλων τοῖς ὄχλοις, καὶ τινὰς μὲν εἰς τέλος ἀναιρῶν, τινὰς δὲ φυγαδεύων καὶ τὰς οὐσίας τὰς τούτων δημεύων καὶ διαδιδοὺς τοῖς πολλοῖς, ταχέως τῷ τοιούτῳ τρόπῳ περιεποιήσατο μοναρχικὴν ἐξουσίαν.
他通过迎合大众的言论,将生活富足的人推向群众的审判,将其中一些人彻底处死,将另一些人驱逐并没收其财产分配给大众,通过这种方式,他迅速掌握了独裁的权力。
— §15.21.3Κιανοὶ μὲν οὖν περιέπεσον τηλικαύταις συμφοραῖς οὐχ οὕτως διὰ τὴν τύχην οὐδὲ διὰ τὴν τῶν πέλας ἀδικίαν, τὸ δὲ πλεῖον διὰ τὴν αὑτῶν ἀβουλίαν καὶ κακοπολιτείαν,
— 因此,基奥斯人之所以陷入如此巨大的不幸,并不主要是因为命运,也不是因为邻人的不公,而更多是由于他们自己的愚蠢和恶政。
§15.21.4προάγοντες ἀεὶ τοὺς χειρίστους καὶ κολάζοντες τοὺς ἐναντιουμένους τούτοις, ἵνα διαιρῶνται τὰς ἀλλήλων οὐσίας,
他们总是提拔最坏的人,惩罚反对他们的人,以便能瓜分彼此的财产。
§15.21.5εἰς ταύτας οἷον ἐθελοντὴν ἐνέπεσον τὰς ἀτυχίας, εἰς ἃς οὐκ οἶδʼ ὅπως πάντες ἄνθρωποι προφανῶς ἐμπίπτοντες οὐ δύνανται λῆξαι τῆς ἀνοίας, ἀλλʼ οὐδὲ βραχὺ διαπιστῆσαι [ῥᾴδιον], καθάπερ ἔνια τῶν ἀλόγων ζῴων.
他们可以说是自愿陷入了这些不幸。 不知为何,所有人虽然显而易见地坠入其中,却无法停止这种愚行,甚至不像某些无理性的动物那样,哪怕是产生一点点怀疑也[非易事]。
§15.21.6ἐκεῖνα γὰρ οὐ μόνον ἐὰν αὐτά που δυσχρηστήσῃ περὶ τὰ δελέατα καὶ τὰς ἄρκυς, ἀλλὰ κἂν ἕτερον ἴδῃ κινδυνεῦον, οὐκ ἂν ἔτι ῥᾳδίως αὐτὰ προσαγάγοις πρὸς οὐδὲν τῶν τοιούτων, ἀλλὰ καὶ τὸν τόπον ὑποπτεύει καὶ παντὶ τῷ φαινομένῳ διαπιστεῖ.
因为那些动物不仅在自己于饵料或网罗周围遭遇不幸时,甚至只要看到其他同类面临危险,你就无法再轻易将它们引向任何此类事物,它们反而会怀疑那个地方,并对所有呈现出来的现象保持警惕。
§15.21.7οἱ δʼ ἄνθρωποι τὰς μὲν ἀκούοντες ἀπολλυμένας πόλεις ἄρδην τῷ προειρημένῳ τρόπῳ, τὰς δʼ ἀκμὴν ὁρῶντες, ὅμως, ὅταν τις χρησάμενος τῷ πρὸς χάριν λόγῳ προτείνῃ τὴν ἐλπίδα τῆς ἐξ ἀλλήλων ἐπανορθώσεως, προσίασι πρὸς τὸ δέλεαρ ἀνεπιστάτως,
然而,人类虽然听闻有些城邦因上述方式而被彻底毁灭,也亲眼看见另一些城邦正处于毁灭的边缘,但每当有人用迎合的话语,向他们展示通过瓜分彼此财产来改善境遇的希望时,他们仍然会不假思索地走向诱饵。
§15.21.8σαφῶς εἰδότες ὅτι τῶν τὰ τοιαῦτα δελέατα καταπιόντων οὐδεὶς οὐδέποτε σέσωσται, πᾶσι δʼ ὁμολογουμένως ὄλεθρον ἐπήνεγκαν αἱ τοιαῦται πολιτεῖαι.
他们明明清楚地知道,在吞下这种诱饵的人中,从来没有一个人能够得救,而且这种政治体制无可争议地给所有人带来了毁灭。