§15.22.1ὁ δὲ Φίλιππος κύριος γενόμενος τῆς πόλεως περιχαρὴς ἦν, ὡς καλήν τινα καὶ σεμνὴν πρᾶξιν ἐπιτετελεσμένος καὶ βεβοηθηκὼς μὲν προθύμως τῷ κηδεστῇ, καταπεπληγμένος δὲ πάντας τοὺς ἀλλοτριάζοντας, σωμάτων δὲ καὶ χρημάτων εὐπορίαν ἐκ τοῦ δικαίου περιπεποιημένος.
另一方面,腓力在掌控了这座城市后欣喜若狂,认为自己完成了一件美好而高尚的功绩,热心地帮助了姻亲,震慑了所有敌对者,并以正当的方式获取了大量的奴隶和财富。
§15.22.2τὰ δʼ ἐναντία τούτοις οὐ καθεώρα, καίπερ ὄντα προφανῆ, πρῶτον μὲν ὡς οὐκ ἀδικουμένῳ, παρασπονδοῦντι δὲ τῷ κηδεστῇ τοὺς πέλας ἐβοήθει, §15.22.3δεύτερον ὅτι πόλιν Ἑλληνίδα περιβαλὼν τοῖς μεγίστοις ἀτυχήμασιν ἀδίκως ἔμελλε κυρώσειν τὴν περὶ αὐτοῦ διαδεδομένην φήμην ὑπὲρ τῆς εἰς τοὺς φίλους ὠμότητος, ἐξ ἀμφοῖν δὲ δικαίως καὶ κληρονομήσειν παρὰ πᾶσι τοῖς Ἕλλησι τὴν ἐπʼ ἀσεβείᾳ δόξαν, §15.22.4τρίτον ὡς ἐνυβρίκει τοῖς ἀπὸ τῶν προειρημένων πόλεων πρεσβευταῖς, οἳ παρῆσαν ἐξελούμενοι τοὺς Κιανοὺς ἐκ τῶν περιεστώτων κακῶν, ὑπὸ δʼ ἐκείνου παρακαλούμενοι καὶ διαγελώμενοι καθʼ ἡμέραν ἠναγκάσθησαν αὐτόπται γενέσθαι τούτων, §15.22.5ὧν ἥκιστʼ ἂν ἐβουλήθησαν, πρὸς δὲ τούτοις ὅτι τοὺς Ῥοδίους οὕτως ἀπετεθηριώκει τότε πρὸς αὑτὸν ὥστε μηδένα λόγον ἔτι προσίεσθαι
然而,他却没有看到与此相反且显而易见的事实:第一,他是在帮助一个并未遭受不公、反而背叛了与邻人盟约的姻亲;第二,通过不公正地将最大的灾难带给一座希腊城邦,他注定会证实世人关于他对朋友残忍的传闻,并因这两项行为,在所有希腊人中理所当然地背负上不敬神的恶名;第三,他侮辱了来自上述城邦的使节,他们本是为了将基奥斯人从包围的灾难中解救出来而来到那里的,但在被他每日召见并嘲弄的过程中,他们被迫亲眼目睹了这些,也就是他们最不愿意见到的事情;此外,他当时已经让罗得斯人对他产生了极大的敌意,以至于他们再也不接受他的任何辩解。