Humanitext Reader

波利比奥斯 · 历史 §15.20.1-15.20.8

对企图瓜分埃及的两王的谴责与报应

第 828 段,共 1311 段 · 希腊语

内容简介

波利比乌斯谴责了腓力与安条克在托勒密死后企图瓜分埃及的野蛮行径,并论述了命运如何通过罗马人的干预对他们施加了应有的惩罚。

§15.20.1τοῦτο δὲ τίς οὐκ ἂν θαυμάσειε, πῶς, ὅτε μὲν αὐτὸς ὁ Πτολεμαῖος ζῶν οὐ προσεδεῖτο τῆς τούτων ἐπικουρίας, §15.20.2ἕτοιμοι βοηθεῖν ἦσαν, ὅτε δʼ ἐκεῖνος μετήλλαξε καταλιπὼν παιδίον νήπιον, ᾧ κατὰ φύσιν ἀμφοῖν ἐπέβαλλε συσσῴζειν τὴν βασιλείαν, τότε παρακαλέσαντες ἀλλήλους ὥρμησαν ἐπὶ τὸ διελόμενοι τὴν τοῦ παιδὸς ἀρχὴν ἐπανελέσθαι τὸν ἀπολελειμμένον,
谁能不对此感到惊异呢? 也就是说,当托勒密本人在世、并不需要他们的援助时,他们随时准备提供帮助;但当他去世并留下一个幼子、而按常理他们双方本都有义务共同保护其王国时,他们却互相怂恿,急于瓜分这孩子的领土,并消灭这个被遗留下来的孤儿。
§15.20.3οὐδʼ οὖν, καθάπερ οἱ τύραννοι, βραχεῖαν δή τινα προβαλλόμενοι τῆς αἰσχύνης πρόφασιν, ἀλλʼ ἐξ αὐτῆς ἀνέδην καὶ θηριωδῶς οὕτως ὥστε προσοφλεῖν τὸν λεγόμενον τῶν ἰχθύων βίον, ἐν οἷς φασιν ὁμοφύλοις οὖσι τὴν τοῦ μείονος ἀπώλειαν τῷ μείζονι τροφὴν γίνεσθαι καὶ βίον.
而且,他们甚至不像僭主那样为自己的可耻行为提出任何微不足道的借口,而是从一开始就如此肆无忌惮和野蛮,以至于招致了所谓的鱼类生存方式的恶名——据说在鱼类中,尽管它们是同类,但较小者的毁灭却成了较大者的食物和生命源泉。
§15.20.4ἐξ ὧν τίς οὐκ ἂν ἐμβλέψας οἷον εἰς κάτοπτρον εἰς τὴν συνθήκην ταύτην αὐτόπτης δόξειε γίνεσθαι τῆς πρὸς τοὺς θεοὺς ἀσεβείας καὶ τῆς πρὸς τοὺς ἀνθρώπους ὠμότητος, ἔτι δὲ τῆς ὑπερβαλλούσης πλεονεξίας τῶν προειρημένων βασιλέων;
看着这份条约,就如同照镜子一般,谁会不觉得自己亲眼目睹了上述国王们对神明的不敬、对人类的残酷,以及他们极度的贪婪呢?
§15.20.5οὐ μὴν ἀλλὰ τίς οὐκ ἂν εἰκότως τῇ τύχῃ μεμψάμενος ἐπὶ τῶν ἀνθρωπείων πραγμάτων ἐν τούτοις ἀντικαταλλαγείη, διότι ἐκείνοις μὲν ἐπέθηκε μετὰ ταῦτα τὴν ἁρμόζουσαν δίκην, τοῖς δʼ ἐπιγενομένοις ἐξέθηκε κάλλιστον ὑπόδειγμα πρὸς ἐπανόρθωσιν τὸν τῶν προειρημένων βασιλέων παραδειγματισμόν;
不仅如此,即使有人因人类的事物而合情合理地指责命运,谁又不会在此时此地与命运达成和解呢? 因为命运随后对他们施加了应有的惩罚,并向后人展示了上述国王们的惩戒,作为自我改正的最佳典范。
§15.20.6ἔτι γὰρ αὐτῶν παρασπονδούντων μὲν ἀλλήλους, διασπωμένων δὲ τὴν τοῦ παιδὸς ἀρχήν, ἐπιστήσασα Ῥωμαίους, ἁκεῖνοι κατὰ τῶν πέλας ἐβουλεύσαντο παρανόμως, ταῦτα κατʼ ἐκείνων δικαίως ἐκύρωσε καὶ καθηκόντως.
因为在他们仍在互相背弃盟约、瓜分那孩子的领土时,命运使罗马人降临,将他们非法企图施加于邻人身上的那些手段,公正而恰当地施加在他们自己身上。
§15.20.7παραυτίκα γὰρ ἑκάτεροι διὰ τῶν ὅπλων ἡττηθέντες οὐ μόνον ἐκωλύθησαν τῆς τῶν ἀλλοτρίων ἐπιθυμίας, ἀλλὰ καὶ συγκλεισθέντες εἰς φόρους ὑπέμειναν Ῥωμαίοις τὸ προσταττόμενον ποιεῖν.
实际上,双方随即在武力下战败,不仅被阻止了觊觎他人财产的欲望,而且还被逼纳贡,屈从于罗马人的命令。
§15.20.8τὸ τελευταῖον ἐν πάνυ βραχεῖ χρόνῳ τὴν μὲν Πτολεμαίου βασιλείαν ἡ τύχη διώρθωσε, τὰς δὲ τούτων δυναστείας καὶ τοὺς διαδόχους τοὺς μὲν ἄρδην ἀναστάτους ἐποίησε καὶ πανωλέθρους, τοὺς δὲ μικροῦ δεῖν τοῖς αὐτοῖς περιέβαλε συμπτώμασι.
最终,在极短的时间内,命运重建了托勒密的王国,而对于这些人的王朝及其继承者,命运有的将其彻底颠覆并毁灭,有的则使其几近遭受同样的灾难。

词汇与语法注释

  1. §15.20.2ᾧ κατὰ φύσιν ἀμφοῖν ἐπέβαλλε συσσῴζειν τὴν βασιλείαν — 关系代名词 ᾧ 的先行词是 παιδίον νήπιον(幼子)。双数代词 ἀμφοῖν(双方,指腓力和安条克)作与格,作为单部非人称动词 ἐπέβαλλε(未完成过去时,意为“是某人的责任/义务”)的补足语。这表明根据自然常理(κατὰ φύσιν),他们双方本有义务共同保护幼王的王国。
  2. §15.20.3ὥστε προσοφλεῖν τὸν λεγόμενον τῶν ἰχθύων βίον — 由 ὥστε 引导的结果从句。不定式 προσοφλεῖν(προσφλισκάνω“招致恶名”的过去不定时)的主语与主句相同(即上述国王们)。它表示他们的行为导致自己额外背负了所谓“鱼类生存方式”(即弱肉强食)的恶名。
  3. §15.20.5τῇ τύχῃ μεμψάμενος ... ἀντικαταλλαγείη — 过去时分词 μεμψάμενος 具有让步语义(“即使有人指责”)。动词 ἀντικαταλλαγείη 是 ἀντικαταλλάττομαι(“与……达成和解”)的被动过去不定时希求式第三人称单数。它与疑问代名词 τίς 及语气词 ἄν 连用,构成修辞性疑问句中的潜在希求式(“谁不会与……和解呢?”,意即“人人都会与之和解”)。
  4. §15.20.8μικροῦ δεῖν — 使用绝对不定式 δεῖν 的习惯用语,作副词修饰动词 περιέβαλε,意为“几乎”、“差一点”。

引用这一段

波利比奥斯, 历史 §15.20.1-15.20.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:15.20.1-15.20.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。