Humanitext Reader

波利比奥斯 · 历史 §15.1.1-15.1.14

罗马遣使迦太基抗议其背约夺船

第 809 段,共 1311 段 · 希腊语

内容简介

普普利乌斯·西庇阿对迦太基人夺取罗马补给船感到愤怒,派遣使节前往迦太基进行抗议并宣布条约已被批准。罗马使节在迦太基元老院和民众面前谴责其背信弃义,将他们过去卑微求和的态度与如今对战败的汉尼拔的盲目指望进行对比。

§15.1.1ὅτι τῶν Καρχηδονίων λαβόντων αἰχμαλώτους τὰς φορτηγοὺς νῆας τῶν Ῥωμαίων καὶ χορηγίας πλῆθος ἐξαίσιον ὁ Πόπλιος βαρέως μὲν ἔφερεν ἐπὶ τῷ μὴ μόνον σφίσι παρῃρῆσθαι τὴν χορηγίαν, ἀλλὰ καὶ τοῖς ἐχθροῖς παρεσκευάσθαι δαψίλειαν τῶν ἀναγκαίων, §15.1.2ἔτι δὲ βαρύτερον ἐπὶ τῷ παραβεβηκέναι τοὺς ὅρκους καὶ τὰς συνθήκας τοὺς Καρχηδονίους καὶ πάλιν ἐξ ἄλλης ἀρχῆς ἐγείρεσθαι τὸν πόλεμον.
当迦太基人夺取了罗马人的运输船和极大量的补给品时,普普利乌斯深感愤懑,不仅因为他们自己的补给品被夺走,而且也因为敌人因此获得了充足的必需品,更令他感到愤懑的是,迦太基人违背了誓言和条约,战争又从新的起点重新燃起。
§15.1.3διὸ καὶ παραυτίκα προχειρισάμενος πρεσβευτὰς Λεύκιον Σέργιον καὶ Λεύκιον Βαίβιον καὶ Λεύκιον Φάβιον ἐξαπέστειλε διαλεξομένους τοῖς Καρχηδονίοις ὑπὲρ τῶν γεγονότων, ἅμα δὲ καὶ δηλώσοντας ὅτι κεκύρωκε τὰς συνθήκας ὁ δῆμος τῶν Ῥωμαίων·
因此,他立即选派卢修斯·塞尔吉乌斯、卢修斯·巴埃比乌斯和卢修斯·法比乌斯为使节,派遣他们去同迦太基人就已发生的事进行谈判,同时也为了表明罗马人民已经批准了该条约。
§15.1.4ἄρτι γὰρ ἧκε τῷ Ποπλίῳ γράμματα διασαφοῦντα περὶ τῶν προειρημένων.
因为说明上述情况的信件刚刚送到普普利乌斯手中。
§15.1.5οἱ δὲ παραγενηθέντες εἰς τὴν Καρχηδόνα τὸ μὲν πρῶτον εἰς τὴν σύγκλητον, μετὰ δὲ ταῦτα πάλιν ἐπὶ τοὺς πολλοὺς παραχθέντες, ἔλεγον ὑπὲρ τῶν ἐνεστώτων μετὰ παρρησίας, §15.1.6πρῶτον μὲν ἀναμιμνήσκοντες ὡς οἱ παρʼ ἐκείνων πρεσβευταί, παραγενηθέντες εἰς Τύνητα πρὸς σφᾶς καὶ παρελθόντες εἰς τὸ συνέδριον, οὐ μόνον τοὺς θεοὺς ἀσπάσαιντο καὶ τὴν γῆν προσκυνήσαιεν, καθάπερ ἔστιν ἔθος τοῖς ἄλλοις ἀνθρώποις, §15.1.7ἀλλὰ καὶ πεσόντες ἐπὶ τὴν γῆν ἀγεννῶς τοὺς πόδας καταφιλοῖεν τῶν ἐν τῷ συνεδρίῳ, μετὰ δὲ ταῦτα πάλιν ἀναστάντες [ὡς] κατηγορήσαιεν σφῶν αὐτῶν, διότι καὶ τὰς ἐξ ἀρχῆς γενομένας συνθήκας Ῥωμαίοις καὶ Καρχηδονίοις ἀθετήσαιεν αὐτοί.
使节们抵达迦太基后,起初被引至元老院,随后又被带到民众大会面前,坦率地就当前的事态发表演说,首先提醒他们,当初他们派出的使节来到由于蒂尼斯的他们那里并进入会议厅时,不仅像其他人的习惯那样敬拜神明、俯伏于地,而且还卑微地倒在地上,亲吻会议厅中众人的脚,随后再次站起来,指责他们自己,因为他们自己废除了最初在罗马人和迦太基人之间达成的条约。
§15.1.8διόπερ ἔφασαν οὐκ ἀγνοεῖν ὅτι πᾶν εἰκότως ἂν πάθοιεν ὑπὸ Ῥωμαίων, ἀλλὰ τῆς τύχης ἕνεκα τῶν ἀνθρώπων ἐδέοντο μηδὲν παθεῖν ἀνήκεστον· ἔσεσθαι γὰρ τὴν σφετέραν ἀβουλίαν ἀπόδειξιν τῆς Ῥωμαίων καλοκἀγαθίας.
因此,他们声称自己并非不知道理应受到罗马人的任何惩罚,但为了人类命运的缘故,他们恳求不要遭受无法挽回的灾难;因为他们自己的愚蠢将成为罗马人宽大慷慨的证明。
§15.1.9ὧν μνημονεύοντα τὸν στρατηγὸν ἔφασαν [τὸν] αὐτὸν οἱ πρέσβεις καὶ τοὺς ἐν τῷ συνεδρίῳ τότε γεγονότας ἐκπλήττεσθαι, τίνι ποτὲ πιστεύοντες ἐπελανθάνοντο μὲν τῶν τότε ῥηθέντων, ἀθετεῖν δὲ τολμῶσι τοὺς ὅρκους καὶ τὰς συνθήκας.
使节们说,将军本人以及当时在场参加会议的人们都还记得这些事情,并对他们究竟凭仗着什么,竟然忘记了当时所说的话,而胆敢违背誓言和条约感到震惊。
§15.1.10σχεδὸν δὲ τοῦτʼ εἶναι δῆλον ὡς Ἀννίβᾳ πεποιθότες καὶ ταῖς μετὰ τούτου παρούσαις δυνάμεσι ταῦτα τολμῶσι ποιεῖν, κακῶς φρονοῦντες· §15.1.11σαφῶς γὰρ εἰδέναι πάντας ὅτι ἐκεῖνοι δεύτερον ἔτος ἤδη φεύγοντες ἐκ πάσης Ἰταλίας εἰς τοὺς περὶ Λακίνιον τόπους, κἀκεῖ συγκεκλεισμένοι καὶ μόνον οὐ πολιορκούμενοι, μόλις ἑαυτοὺς ἐκσεσωκότες ἥκουσι νῦν.
而且这几乎是显而易见的,即他们指望汉尼拔和随他在一起的现有军队,才胆敢做出这些事,这真是愚蠢至极;因为大家都很清楚,那些人现在已经连续第二年从整个意大利逃往拉西尼乌姆附近的地区,并在那里被困,几乎处于被围困的状态,现在只是勉强保全性命来到这里。
§15.1.12"οὐ μὴν ἀλλʼ εἰ καὶ νενικηκότες τοὺς ἐκεῖ παρῆσαν, καὶ πρὸς ἡμᾶς ἔμελλον διακινδυνεύειν τοὺς δυσὶ μάχαις ἑξῆς ὑμᾶς ἤδη νενικηκότας, ὅμως ἀμφιδόξους ἔχειν ἔδει τὰς ἐλπίδας ὑπὲρ τοῦ μέλλοντος, καὶ μὴ μόνον τοῦ νικᾶν ἔννοιαν λαμβάνειν, ἀλλὰ καὶ τοῦ σφαλῆναι πάλιν. οὗ συμβάντος ποίους ἐπικαλέσεσθε"
“更何况,即使他们战胜了那里的敌人来到此处,并且准备与我们——已经连续两场战役击败你们的我们——决一死战,你们也应当对未来的希望保持疑虑,不仅要想到胜利,还要想到再次失败。
§15.1.13ἔφη "θεούς;
如果发生这种情况,你们将呼唤什么样的神明? ” 他说道,“神明吗?
ποίοις δὲ χρώμενοι λόγοις τὸν ἐκ τῶν κρατούντων ἔλεον ἐπισπάσεσθε πρὸς τὰς ἑαυτῶν συμφοράς;
你们又将用什么样的说辞,来为你们自己的不幸争取战胜者的怜悯呢?
§15.1.14πάσης εἰκὸς ὑμᾶς ἐλπίδος ἀποκλεισθήσεσθαι καὶ παρὰ θεῶν καὶ παρʼ ἀνθρώπων διὰ τὴν ἀθεσίαν καὶ τὴν ἀβουλίαν. "
由于你们的不守信义和愚蠢,你们很可能将被神明和人类剥夺一切希望。 ”

词汇与语法注释

  1. §15.1.1ὅτι — 拜占庭时期波利比乌斯摘录(Excerpta)中特有的引导词,用于引入一个摘要性的陈述(“关于……/……这件事”)。在此译文中将其作为自然的主句引导词处理。
  2. §15.1.6ἀσπάσαιντο — 在过去时主动词(ἔλεγον / ἀναμιμνήσκοντες)引导的间接引语(ὡς从句)中,由原本的直陈式过去时或不定过去时转变为斜格祈愿式(optativus obliquus)。接下来的 προσκυνήσαιεν, καταφιλοῖεν, κατηγορήσαιεν, 和 ἀθετήσαιεν 亦属相同用法。
  3. §15.1.8ἔφασαν — 此动词的主语并非罗马使节,而是他们所回忆的迦太基使节。这形成了一个嵌套的间接引语结构:罗马使节在陈述中报告说,迦太基使节当时说过(“ἔφασαν”)他们自己并非不知道(“οὐκ ἀγνοεῖν”)。
  4. §15.1.12οὐ μὴν ἀλλʼ εἰ καὶ — 意为“然而,即使……”的惯用表达,在让步于前述观点的同时引入更强烈的对比。此处暂时搁置汉尼拔实际上是败逃回来这一事实,引入让步性假设(“即使他们是战胜了敌人后来到这里……”)。

引用这一段

波利比奥斯, 历史 §15.1.1-15.1.14. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:15.1.1-15.1.14

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。