§15.17.1τὰ γὰρ ὑπεραίροντα τὴν κοινὴν συνήθειαν τῶν παρʼ ἐνίοις ἐθισμῶν, ὅταν μὲν αὐτοπαθῶς δόξῃ γίνεσθαι διὰ τὸ μέγεθος τῶν συμπτωμάτων, ἔλεον ἐκκαλεῖται παρὰ τοῖς ὁρῶσι καὶ τοῖς ἀκούουσι, καὶ συγκινεῖ πως ἕκαστον ἡμῶν ὁ ξενισμός· §15.17.2ἐπὰν δὲ φαίνηται γοητείας χάριν καὶ καθʼ ὑπόκρισιν γίνεσθαι τὸ τοιοῦτον, οὐκ ἔλεον, ἀλλʼ ὀργὴν ἐξεργάζεται καὶ μῖσος.
因为在某些人的习俗中,那些超出一般常理的极端举动,当由于灾难的深重而被视为源自真情实感时,就会唤起目睹和听闻之人的同情,其奇异之处也会在某种程度上打动我们每一个人;但若这种举动显得是为了欺骗和虚伪表演而为,则不仅不会引起同情,反而会激起愤怒与憎恨。
ὃ καὶ τότε συνέβη γενέσθαι περὶ τοὺς πρεσβευτὰς τῶν Καρχηδονίων.
这正是当时在迦太基使节身上发生的事情。
— §15.17.3ὁ δὲ Πόπλιος διὰ βραχέων ἤρξατο λέγειν πρὸς αὐτούς, ὡς ἐκείνων μὲν χάριν οὐδὲν ὀφείλουσι ποιεῖν φιλάνθρωπον, ὁμολογούντων αὐτῶν διότι καὶ τὸν πόλεμον ἐξ ἀρχῆς ἐπενέγκαιεν Ῥωμαίοις, παρὰ τὰς συνθήκας ἐξανδραποδισάμενοι τὴν Ζακανθαίων πόλιν, καὶ πρῴην παρασπονδήσαιεν, ἀθετήσαντες τοὺς ὅρκους καὶ τὰς ἐγγράπτους ὁμολογίας· §15.17.4αὑτῶν δὲ χάριν ἔφησε καὶ τῆς τύχης καὶ τῶν ἀνθρωπίνων κεκρίσθαι σφίσι πρᾴως χρῆσθαι καὶ μεγαλοψύχως τοῖς πράγμασι.
— 普布利乌斯开始对他们简短地发言,表示罗马人看在他们自身的份上,没有任何义务做出任何仁慈之举,因为他们自己也承认,他们从一开始就违反条约奴役了萨贡敦人的城市并对罗马人发动了战争,且在不久前还背弃誓言和书面协定,破坏了停战协定;但他表示,看在罗马人自身的份上,并出于对命运和人世常态的考量,他们已决定温和且大度地处理眼前的局面。
§15.17.5φανήσεσθαι δὲ τοῦτο κἀκείνοις ἔφησεν, ἐὰν ὀρθῶς διαλαμβάνωσι περὶ τῶν ἐνεστώτων·
他说,如果他们对眼下的处境有正确的认识,这一点对他们来说也将是显而易见的。
οὐ γὰρ εἴ τι πάσχειν ἢ ποιεῖν ἢ διδόναι σφίσιν ἐπιταχθήσεται, τοῦτο δεῖν νομίζειν δεινόν, ἀλλʼ εἴ τι συγχωρηθήσεται φιλάνθρωπον, τοῦτο μᾶλλον ἡγεῖσθαι παράδοξον, §15.17.6ἐπείπερ ἡ τύχη παρελομένη τὸν ἔλεον αὐτῶν καὶ τὴν συγγνώμην διὰ τὴν σφετέραν ἀδικίαν ὑποχειρίους πεποίηκε τοῖς ἐχθροῖς.
因为,如果他们被命令去承受、去做或去付出任何事情,他们不应视之为严酷,反之,如果能获得任何仁慈的宽大处理,倒应该视之为意料之外的恩惠,因为命运由于他们自己的不义,已经夺去了对他们的同情与宽恕,使他们落入敌人的掌控之中。
§15.17.7ταῦτα δʼ εἰπὼν ἔλεγε τὰ φιλάνθρωπα τὰ διδόμενα, καὶ πάλιν ἃ δέον ἦν ὑπομένειν αὐτούς.
说完这些,他便宣布了给予他们的宽大条件,以及他们必须接受的约束。