Humanitext Reader

波利比奥斯 · 历史 §15.19.1-15.19.9

汉尼拔力劝迦太基接受和约

第 827 段,共 1311 段 · 希腊语

内容简介

当一名迦太基议员企图反对西庇阿的和平条件时,汉尼拔将其拉下讲台。汉尼拔在为失礼道歉的同时,极力劝说大家接受这些宽大的条款以实现和平。

§15.19.1ταῦτα μὲν οὖν ὁ στρατηγὸς εἶπε τῶν Ῥωμαίων τοῖς πρεσβευταῖς·
这些是罗马将军对使节们所说的话。
οἱ δʼ ἀκούσαντες ἠπείγοντο καὶ διεσάφουν τοῖς ἐν τῇ πατρίδι.
他们听后急忙启程,向祖国的人民汇报。
§15.19.2καθʼ ὃν δὴ καιρὸν λέγεται, μέλλοντός τινος τῶν ἐκ τῆς γερουσίας ἀντιλέγειν τοῖς προτεινομένοις καὶ καταρχομένου, προελθόντα τὸν Ἀννίβαν κατασπάσαι τὸν ἄνθρωπον ἀπὸ τοῦ βήματος.
据说就在那时,当元老院的一位成员正要反对这些提议并开始发言时,汉尼拔走上前去,将那人从讲台上拉了下来。
§15.19.3τῶν δὲ λοιπῶν ἐξοργισθέντων διὰ τὸ παρὰ τὴν συνήθειαν αὐτὸν τοῦτο πρᾶξαι, πάλιν τὸν Ἀννίβαν ἀναστάντα φασὶν ἀγνοεῖν μὲν ὁμολογῆσαι, δεῖν δὲ συγγνώμην ἔχειν, εἴ τι παρὰ τοὺς ἐθισμοὺς πράττει, γινώσκοντας ὅτι τὴν μὲν ἔξοδον ἐκ τῆς πατρίδος ἐνναέτης ὢν ποιήσαιτο, πλείω δὲ τῶν πέντε καὶ τετταράκοντʼ ἐτῶν ἔχων εἰς αὐτὴν ἐπανήκει.
由于他这一反常的做法,其他人大为愤怒,据说汉尼拔再次站起来,承认自己无知,并请求他们原谅他违背习俗的行为,因为他们知道,他是在九岁时离开祖国的,而在四十五岁之后才回到祖国。
§15.19.4διόπερ ἠξίου μὴ τοῦτο σκοπεῖν, εἴ τι παραπέπαικε τῆς συνηθείας, πολὺ δὲ μᾶλλον, εἰ τοῖς τῆς πατρίδος πράγμασιν ἀληθινῶς συμπάσχει· διὰ γὰρ ταῦτα καὶ νῦν εἰς τὴν ἀλογίαν ἐμπεπτωκένει ταύτην.
因此,他请求他们不要看他是否在某些方面违反了习俗,而更要看他是否真正同情祖国的遭遇;正是因为这种同情,他如今才陷入了这种失态。
§15.19.5θαυμαστὸν γὰρ αὐτῷ φανῆναι καὶ τελέως ἐξηλλαγμένον, εἴ τις ὑπάρχων Καρχηδόνιος καὶ συνειδὼς τὰ βεβουλευμένα καὶ κοινῇ τῇ πατρίδι καὶ κατʼ ἰδίαν ἑκάστοις ἡμῶν κατὰ Ῥωμαίων οὐ προσκυνεῖ τὴν τύχην, εἰ γεγονὼς ὑποχείριος τοιούτων τυγχάνει φιλανθρώπων·
因为在他看来,如果有任何一个迦太基人,既深知国家整体以及我们每个人私下里针对罗马人所策划的计划,却在沦为阶下囚并获得如此宽大的条件时,还不向命运之神顶礼膜拜,那将是不可思议且完全不合常理的。
§15.19.6οὓς εἴ τις ὀλίγαις πρότερον ἡμέραις ἤρετο πόσʼ ἐλπίζουσι πείσεσθαι τὴν πατρίδα κρατησάντων Ῥωμαίων, οὐδʼ ἂν εἰπεῖν οἷοί τʼ ἦσαν διὰ τὸ μέγεθος καὶ τὴν ὑπερβολὴν τῶν προφαινομένων αὐτοῖς κακῶν.
如果就在几天前,有人问他们,一旦罗马人获胜,他们预计祖国将遭受多少苦难,由于展现在他们面前的灾难如此巨大和过分,他们甚至连话都说不出来。
§15.19.7διόπερ ἠξίου καὶ νῦν μηδʼ ἐπὶ λόγον ἄγειν, ἀλλʼ ὁμοθυμαδὸν δεξαμένους τὰ προτεινόμενα θύειν τοῖς θεοῖς, καὶ πάντας εὔχεσθαι βεβαιῶσαι ταῦτα τὸν δῆμον τῶν Ῥωμαίων.
因此,他请求他们现在甚至不要进行辩论,而是同心协力地接受这些提议,向神明献祭,并共同祈祷罗马人民批准这些条款。
§15.19.8φανέντος δὲ φρονίμως αὐτοῦ καὶ τοῖς καιροῖς οἰκείως συμβουλεύειν, ἔδοξε ποιεῖσθαι τὰς συνθήκας ἐπὶ τοῖς προειρημένοις.
既然他的建议显得明智且适合当时的形势,元老院便决定按照前述条件缔结条约。
§15.19.9καὶ τὸ μὲν συνέδριον παραυτίκα πρεσβευτὰς ἐξέπεμπε τοὺς ἀνθομολογησομένους ὑπὲρ τούτων.
元老院随即派出了使节,前去就这些条款达成协议。

词汇与语法注释

  1. §15.19.2λέγεται... τὸν Ἀννίβαν κατασπάσαι — 由 λέγεται(据说)引导的带对格主语(τὸν Ἀννίβαν)的对格不定式结构(κατασπάσαι)。此前的 μέλλοντός τινος... 为属格独立结构,表背景状况。
  2. §15.19.3γινώσκοντας — 对格复数现在分词。在语法上,它修饰间接引语中未明示的、代表听众的对格主语,用作环境分词以表示前提或让步。
  3. §15.19.5θαυμαστὸν γὰρ αὐτῷ φανῆναι... εἴ τις ... οὐ προσκυνεῖ τὴν τύχην — φανῆναι 为间接引语中的不定式。条件从句 εἴ τις... οὐ προσκυνεῖ 位于表示情感的形容词 θαυμαστόν 之后,表示基于事实的假设或令人惊讶的对象(“如果有人不顶礼膜拜……,那真是令人惊异”)。
  4. §15.19.6εἴ τις ... ἤρετο ... οὐδʼ ἂν εἰπεῖν οἷοί τʼ ἦσαν — 此为表示过去事实相反假设的虚拟条件句(反事实条件句)。条件从句使用直陈式过去时(ἤρετο),主句使用 ἄν 结合直陈式未完成过去时(ἦσαν)。不定式 εἰπεῖν 依附于 οἷοί τʼ ἦσαν(“他们本不可能说出”)。

引用这一段

波利比奥斯, 历史 §15.19.1-15.19.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:15.19.1-15.19.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。