§15.11.1ὁ μὲν οὖν Πόπλιος τοιαύτην ἐποιήσατο τὴν παραίνεσιν.
普布利乌斯便作了这样的动员。
ὁ δʼ Ἀννίβας τὰ μὲν θηρία πρὸ πάσης τῆς δυνάμεως, ὄντα πλείω τῶν ὀγδοήκοντα, μετὰ δὲ ταῦτα τοὺς μισθοφόρους ἐπέστησε, περὶ μυρίους ὄντας καὶ δισχιλίους τὸν ἀριθμόν.
而汉尼拔则将八十多头战象部署在全军的最前方,其后是约一万二千名雇佣兵。
οὗτοι δʼ ἦσαν Λιγυστῖνοι, Κελτοί, Βαλιαρεῖς, Μαυρούσιοι.
这些人是利古里亚人、凯尔特人、巴利阿里人和茂里人。
§15.11.2τούτων δὲ κατόπιν παρενέβαλε τοὺς ἐγχωρίους Λίβυας καὶ Καρχηδονίους, ἐπὶ δὲ πᾶσι τοὺς ἐξ Ἰταλίας ἥκοντας μεθʼ αὑτοῦ, πλεῖον ἢ στάδιον ἀποστήσας τῶν προτεταγμένων.
在这些人的后方,他部署了本地的利比亚人和迦太基人,最后则是与他一同从意大利来的军队,让他们与前方的部署保持一斯塔狄翁以上的距离。
§15.11.3τὰ δὲ κέρατα διὰ τῶν ἱππέων ἠσφαλίσατο, θεὶς ἐπὶ μὲν τὸ λαιὸν τοὺς συμμάχους Νομάδας, ἐπὶ δὲ τὸ δεξιὸν τοὺς τῶν Καρχηδονίων ἱππεῖς.
他用骑兵巩固了两翼,将同盟的努米底亚骑兵部署在左翼,将迦太基骑兵部署在右翼。
§15.11.4παρήγγειλε δὲ τοὺς ἰδίους στρατιώτας ἕκαστον παρακαλεῖν, ἀναφέροντας τὴν ἐλπίδα τῆς νίκης ἐφʼ ἑαυτὸν καὶ τὰς μεθʼ αὑτοῦ παραγεγενημένας δυνάμεις·
他命令各级将领鼓励各自的士兵,让他们将胜利的希望寄托在汉尼拔自己以及与他一同前来的军队身上。
§15.11.5τοῖς δὲ Καρχηδονίοις ἐκέλευσε τοὺς ἡγουμένους τὰ συμβησόμενα περὶ τέκνων καὶ γυναικῶν ἐξαριθμεῖσθαι καὶ τιθέναι πρὸ ὀφθαλμῶν, ἐὰν ἄλλως πως ἐκβῇ τὰ τῆς μάχης.
他命令迦太基人的领袖向士兵们细数,如果战斗结果出现意外,他们的妻子儿女将会遭遇什么,并让士兵们牢记这一点。
οὗτοι μὲν οὖν οὕτως ἐποίουν τὸ παραγγελθέν.
于是,他们便照命令去做了。
§15.11.6Ἀννίβας δὲ τοὺς μεθʼ αὑτοῦ παραγεγονότας ἐπιπορευόμενος ἠξίου καὶ παρεκάλει διὰ πλειόνων μνησθῆναι μὲν τῆς πρὸς ἀλλήλους ἑπτακαιδεκαέτους συνηθείας, μνησθῆναι δὲ τοῦ πλήθους τῶν προγεγονότων αὐτοῖς πρὸς Ῥωμαίους ἀγώνων· §15.11.7ἐν οἷς ἀηττήτους γεγονότας οὐδʼ ἐλπίδα τοῦ νικᾶν οὐδέποτʼ ἔφη Ῥωμαίοις αὐτοὺς ἀπολελοιπέναι.
汉尼拔则巡视着与他一同前来的将士,不惜辞藻地要求并激励他们记住彼此十七年来的深厚情谊,并记住他们过去与罗马人进行过的无数次战斗;在这些战斗中,他说他们保持着不败之身,甚至从未给罗马人留下一丝胜利的希望。
§15.11.8τὸ δὲ μέγιστον, ἠξίου λαμβάνειν πρὸ ὀφθαλμῶν χωρὶς τῶν κατὰ μέρος κινδύνων καὶ τῶν ἀναριθμήτων προτερημάτων τήν τε περὶ τὸν Τρεβίαν ποταμὸν μάχην πρὸς τὸν πατέρα τοῦ νῦν ἡγουμένου Ῥωμαίων, ὁμοίως τὴν ἐν Τυρρηνίᾳ πρὸς Φλαμίνιον μάχην, ἔτι δὲ τὴν περὶ Κάννας γενομένην πρὸς Αἰμίλιον, §15.11.9ἃς οὔτε κατὰ πλῆθος τῶν ἀνδρῶν οὔτε κατὰ τὰς ἀρετὰς ἀξίας εἶναι συγκρίσεως πρὸς τὸν νῦν ἐπιφερόμενον κίνδυνον.
最重要的是,他要求他们牢记,除了那些具体的危机和无数次的胜利之外,还有在特雷比亚河畔对抗如今罗马统帅之父的战斗,同样在托斯卡纳对抗弗拉米尼乌斯的战斗,以及在坎尼对抗埃米利乌斯的战斗;他说,这些战斗无论是在人数上还是在勇猛程度上,都无法与现在面临的危险相提并论。
§15.11.10καὶ ταῦτα λέγων ἀναβλέπειν αὐτοὺς ἐκέλευε καὶ τὴν τῶν ὑπεναντίων κατοπτεύειν τάξιν· οὐ γὰρ οἷον ἐλάττους, ἀλλʼ οὐδὲ πολλοστὸν μέρος εἶναι τῶν τότε πρὸς αὐτοὺς ἀγωνισαμένων, ταῖς γε μὴν ἀρεταῖς οὐδὲ σύγκρισιν ἔχειν.
说话间,他命令他们抬起头,注视敌人的阵列;因为敌军不仅人数较少,甚至连当时与他们交战的人数的零头都算不上,在勇猛程度上更是不值一提。
§15.11.11ἐκείνους μὲν γὰρ ἀηττήτους ὄντας ἐξ ἀκεραίου διηγωνίσθαι πρὸς σφᾶς, τούτων δὲ τοὺς μὲν ἐκγόνους εἶναι, τοὺς δὲ λείψανα τῶν ἡττημένων ἐν Ἰταλίᾳ καὶ πεφευγότων αὐτὸν πλεονάκις.
因为以前的敌人是在毫发无损、实力完好的状态下与他们交战,而眼前的这些人,要么是那些人的后代,要么是在意大利战败并多次向他逃跑的残兵败卒。
§15.11.12διόπερ [ᾤετο] δεῖν μὴ καταλῦσαι μήτε τὴν σφῶν αὐτῶν μήτε τὴν τοῦ προεστῶτος δόξαν καὶ προσηγορίαν, ἀλλʼ ἀγωνισαμένους εὐψύχως βεβαιῶσαι τὴν διαδεδομένην περὶ αὐτῶν φήμην, ὡς ὄντων ἀηττήτων.
因此,[他认为]绝不能毁掉他们自己以及统帅的名声与威望,而应当英勇作战,确立关于他们不败的盛名。
§15.11.13ταῦτα μὲν οὖν καὶ τοιαῦτα παρεκάλεσαν ἀμφό
于是,两位统帅用这些和类似的话语来鼓舞