§15.13.1πάσης δʼ οὔσης ἐκ χειρὸς καὶ κατʼ ἄνδρα τῆς μάχης [διὰ τὸ μὴ δόρασι μηδὲ ξίφεσι χρῆσθαι τοὺς ἀγωνιζομένους], τῇ μὲν εὐχερείᾳ καὶ τόλμῃ προεῖχον οἱ μισθοφόροι τὰς ἀρχάς, καὶ πολλοὺς κατετραυμάτιζον τῶν Ῥωμαίων,
[由于战斗人员不使用长枪也不使用剑],在整场战斗成为白刃战和肉搏战的情况下,起初雇佣兵凭借其敏捷和胆量占了上风,并刺伤了许多罗马人。
§15.13.2τῷ δὲ τῆς συντάξεως ἀκριβεῖ καὶ τῷ καθοπλισμῷ πιστεύοντες οἱ Ῥωμαῖοι μᾶλλον ἐπέβαινον εἰς τὸ πρόσθεν.
然而,罗马人凭借对阵列精确秩序和自身装备的信任,更加努力地向前推进。
§15.13.3ἅμα δὲ τοῖς μὲν Ῥωμαίοις ἑπομένων καὶ παρακαλούντων τῶν κατόπιν, τοῖς δὲ μισθοφόροις τῶν Καρχηδονίων οὐ συνεγγιζόντων οὐδὲ παραβοηθούντων, ἀλλʼ ἀποδειλιώντων ταῖς ψυχαῖς,
与此同时,在罗马人后方的士兵紧随并鼓励他们的同时,迦太基雇佣兵后方的士兵却不接近也不援助他们,反而心生怯意。
§15.13.4πέρας ἐνέκλιναν οἱ βάρβαροι, καὶ δόξαντες ἐγκαταλείπεσθαι προφανῶς ὑπὸ τῶν ἰδίων, ἐπιπεσόντες κατὰ τὴν ἀποχώρησιν εἰς τοὺς ἐφεστῶτας ἔκτεινον τούτους.
最终,这些异族人开始败退,由于感到显然被自己人抛弃,他们在退却时冲向后方防守的人,并开始杀戮他们。
§15.13.5ὃ καὶ πολλοὺς ἠνάγκασε τῶν Καρχηδονίων ἀνδρωδῶς ἀποθανεῖν· φονευόμενοι γὰρ ὑπὸ τῶν μισθοφόρων ἐμάχοντο παρὰ τὴν αὑτῶν προαίρεσιν ἅμα πρός τε τοὺς ἰδίους καὶ πρὸς τοὺς Ῥωμαίους.
这也迫使许多迦太基人像男子汉一样死去;因为在被雇佣兵杀戮的同时,他们违背自己的意愿,不得不与自己人和罗马人两面交战。
§15.13.6ποιούμενοι δὲ τὸν κίνδυνον ἐκστατικῶς καὶ παρηλλαγμένως οὐκ ὀλίγους διέφθειραν καὶ τῶν ἰδίων καὶ τῶν ὑπεναντίων.
他们在狂乱和失常的状态下进行战斗,杀死了不少自己人和敌人。
§15.13.7καὶ δὴ τῷ τοιούτῳ τρόπῳ συνέχεαν ἐπιπεσόντες τὰς τῶν ἁστάτων σημαίας· οἱ μέντοι τῶν πριγκίπων ἡγεμόνες συνθεασάμενοι τὸ γεγονὸς ἐπέστησαν τὰς αὑτῶν τάξεις.
实际上,他们以此种方式冲撞并扰乱了青年兵的队伍;然而,主力兵的指挥官们目睹了所发生的一切,令自己的队伍停下驻守。
§15.13.8τῶν δὲ μισθοφόρων καὶ τῶν Καρχηδονίων τὸ πλεῖστον μέρος τὸ μὲν ὑφʼ αὑτῶν, τὸ δʼ ὑπὸ τῶν ἁστάτων αὐτοῦ κατεκόπη.
雇佣兵和迦太基人的大部分人,或死于内讧,或被青年兵当场斩杀。
§15.13.9τοὺς δὲ διασῳζομένους καὶ φεύγοντας οὐκ εἴασε καταμιγῆναι ταῖς δυνάμεσιν Ἀννίβας, ἀλλὰ προβαλέσθαι παραγγείλας τοῖς ἐπιστάταις ἐκώλυσε μὴ παραδέξασθαι τοὺς ἐγγίζοντας.
汉尼拔不允许那些幸存逃跑的人混入本队,而是命令后列指挥官架起长枪,阻止他们接纳靠近的人。
§15.13.10ὅθεν ἠναγκάσθησαν οὗτοι μὲν ποιεῖσθαι τὴν ἀποχώρησιν ἐπὶ τὰ κέρατα καὶ τὰς ἐκ τούτων
因此,这些人被迫向两翼退却,并从那里……