§14.8.1ὧν διασαφηθέντων εἰς τὸ τῶν Ῥωμαίων στρατόπεδον εὐθέως ὁ Πόπλιος ἐγίνετο περὶ τὴν ἔξοδον, καὶ συντάξας τοῖς πολιορκοῦσι τὴν Ἰτύκην ἃ δέον ἦν πράττειν καὶ τοῖς κατὰ θάλατταν ἐξώρμησε, τὸ στράτευμα πᾶν ἔχων εὔζωνον.
罗马营地一得知这些情况,普布里乌斯立即准备出发,向围攻尤提卡者和海上舰队交代了应尽之责后,便率领全部轻装军队出发了。
§14.8.2ἀφικόμενος δὲ πεμπταῖος ἐπὶ τὰ Μεγάλα πεδία καὶ συνεγγίσας τοῖς πολεμίοις, τὴν μὲν πρώτην ἡμέραν ἐπί τινος λόφου κατεστρατοπέδευσε, περὶ τριάκοντα σταδίους ἀποσχὼν τῶν πολεμίων, §14.8.3τῇ δʼ ἑξῆς καταβὰς εἰς τὰ πεδία καὶ προθέμενος τοὺς ἱππέας ἐν ἑπτὰ σταδίοις παρενέβαλε.
他于第五天抵达大平原并逼近敌人,第一天在距离敌人约三十斯塔德的一座山丘上扎营;第二天他下到平原,将骑兵部署在前,在距离敌人七斯塔德处列阵。
§14.8.4δύο δὲ τὰς κατὰ πόδας ἡμέρας μείναντες καὶ βραχέα διὰ τῶν ἀκροβολισμῶν καταπειράσαντες ἀλλήλων, τῇ τετάρτῃ κατὰ πρόθεσιν ἐξῆγον ἀμφότεροι καὶ παρενέβαλλον τὰς δυνάμεις.
他们在随后的两天里按兵不动,仅通过前哨战进行微弱的试探,到了第四天,双方按预定计划一并带兵出击,排开阵势。
§14.8.5ὁ μὲν οὖν Πόπλιος ἁπλῶς κατὰ τὸ παρʼ αὐτοῖς ἔθος ἔθηκε πρῶτον μὲν τὰς τῶν ἁστάτων σημαίας, ἐπὶ δὲ ταύταις τὰς τῶν πριγκίπων, τελευταίας δʼ ἐπέστησε κατόπιν τὰς τῶν τριαρίων·
普布里乌斯完全依照罗马人的传统,首先部署了青年兵的纵队,在其后部署了主力兵的纵队,最后将三线兵布置在后方。
§14.8.6τῶν δʼ ἱππέων τοὺς μὲν Ἰταλικοὺς ἐπὶ τὸ δεξιὸν ἔθηκε, τοὺς δὲ Νομάδας καὶ Μασαννάσαν ἐπὶ τὸ λαιόν.
至于骑兵,他将意大利骑兵置于右翼,而将努米底亚人和马西尼萨置于左翼。
§14.8.7οἱ δὲ περὶ τὸν Σόφακα καὶ τὸν Ἀσδρούβαν τοὺς μὲν Κελτίβηρας μέσους ἔταξαν ἀντίους ταῖς τῶν Ῥωμαίων σπείραις, τοὺς δὲ Νομάδας ἐξ εὐωνύμου, τοὺς δὲ Καρχηδονίους ἐκ τῶν δεξιῶν.
锡法克斯和哈斯德鲁巴则将塞尔提贝里亚人置于中央,直面罗马人的步兵大队,将努米底亚人置于左翼,迦太基人置于右翼。
§14.8.8ἅμα δὲ τῷ γενέσθαι τὴν πρώτην ἔφοδον εὐθέως οἱ Νομάδες ἐνέκλιναν τοὺς Ἰταλικοὺς ἱππεῖς, οἵ τε Καρχηδόνιοι τοὺς περὶ τὸν Μασαννάσαν, ἅτε πλεονάκις ἤδη προηττημένοι ταῖς ψυχαῖς.
就在第一波交锋开始的瞬间,努米底亚人立即在意大利骑兵面前退缩,迦太基人也在马西尼萨的部下人马面前溃退,因为他们此前在心理上早已多次落败。
§14.8.9οἱ δὲ Κελτίβηρες ἐμάχοντο γενναίως, συστάντες τοῖς Ῥωμαίοις.
塞尔提贝里亚人则同罗马人短兵相接,英勇战斗。
οὔτε γὰρ φεύγοντες ἐλπίδα σωτηρίας εἶχον διὰ τὴν ἀπειρίαν τῶν τόπων οὔτε ζωγρίᾳ κρατηθέντες διὰ τὴν ἀθεσίαν τὴν εἰς τὸν Πόπλιον·
因为由于对当地地形一无所知,他们即使逃跑也毫无生还希望;而若被生擒,由于他们对普布里乌斯的背信弃义,同样也无活路。
§14.8.10οὐδὲν γὰρ πολέμιον πεπονθότες ὑπʼ αὐτοῦ κατὰ τὰς ἐν Ἰβηρίᾳ πράξεις ἀδίκως ἐφαίνοντο καὶ παρασπόνδως ἥκειν κατὰ Ῥωμαίων συμμαχήσοντες τοῖς Καρχηδονίοις.
因为他们此前在伊比利亚的战事中并未受到普布里乌斯的任何敌对对待,却显得不义且违反协定地前来与迦太基人结盟,与罗马人对抗。
§14.8.11οὐ μὴν ἀλλʼ ἅμα τῷ κλῖναι τοὺς ἀπὸ τῶν κεράτων ταχέως κυκλωθέντες ὑπὸ τῶν πριγκίπων καὶ τριαρίων αὐτοῦ κατεκόπησαν πάντες πλὴν τελέως ὀλίγων.
然而,两翼的军队一经溃败,他们很快就被主力兵和三线兵包围,除极少数人外,全部在原地被斩杀殆尽。
§14.8.12οἱ μὲν οὖν Κελτίβηρες τοῦτον τὸν τρόπον ἀπώλοντο, μεγάλην [παρʼ ὅλην] παρασχόμενοι χρείαν τοῖς Καρχηδονίοις οὐ μόνον κατὰ τὴν μάχην, ἀλλὰ καὶ κατὰ τὴν φυγήν.
塞尔提贝里亚人便是如此覆灭的,但他们不仅在战斗中,而且在逃亡时,都给迦太基人提供了极大的协助。
§14.8.13εἰ μὴ γὰρ τοῦτʼ ἐμπόδιον ἐγένετο τοῖς Ῥωμαίοις, ἀλλʼ εὐθέως ἐκ ποδὸς ἠκολούθησαν τοῖς φεύγουσι, παντελῶς ἂν ὀλίγοι διέφυγον τῶν ὑπεναντίων.
倘若这没有成为罗马人的阻碍,而是让他们能够立即紧随其后追击逃兵,那么敌人中能逃脱的将寥寥无几。
§14.8.14νῦν δὲ περὶ τούτους γενομένης ἐπιστάσεως οἵ τε περὶ τὸν Σόφακα μετὰ τῶν ἱππέων ἀσφαλῶς ἐποιήσαντο τὴν ἀποχώρησιν εἰς τὴν οἰκείαν, οἵ τε περὶ τὸν Ἀσδρούβαν μετὰ τῶν διασῳζομένων εἰς τὴν Καρχηδόνα.
然而在现实中,由于在这些塞尔提贝里亚人身上耽搁了时间,锡法克斯及其骑兵得以安全退回自己的领土,哈斯德鲁巴也带着幸存者退回了迦太基。