Humanitext Reader

波利比奥斯 · 历史 §14.7.1-14.7.9

塞尔提贝里亚援军抵达与锡法克斯的再结盟

第 803 段,共 1311 段 · 希腊语

内容简介

斯基皮奥在尤提卡前设营并让士兵将战利品卖给商人。与此同时,原本打算撤退的锡法克斯因迦太基招募的四千名塞尔提贝里亚雇佣兵的抵达以及妻子的哀求而动摇并决定留守,最终与迦太基军会师在大平原安营扎寨。

§14.7.1πρὸς αὐτὸν συνάψοντος·
[将军很快就会率领军队]与他会合。
ὁ δὲ τῶν Ῥωμαίων στρατηγὸς ἐγίνετο μὲν καὶ περὶ τὴν τῆς Ἰτύκης πολιορκίαν, τὸ δὲ πλεῖον, ἀκούων ἐπιμένειν τὸν Σόφακα καὶ τοὺς Καρχηδονίους πάλιν ἁθροίζειν στρατιάν, ἐξῆγε τὰς δυνάμεις καὶ παρενέβαλλε πρὸ τῆς Ἰτύκης.
与此同时,罗马将领固然也忙于围攻尤提卡,但更多的是,由于听说锡法克斯依然坚守盟约,且迦太基人正再次集结军队,他便率军出击,在尤提卡前设营。
ἅμα δὲ καὶ νείμας τῶν λαφύρων §14.7.2τοὺς μὲν ἐμπόρους ἐξαπέστειλε §14.7.3λυσιτελῶς·
同时,他也分配了部分战利品,遣走了商人,获利颇丰。
καλῆς γὰρ τῆς ὑπὲρ τῶν ὅλων ἐλπίδος ὑπογραφομένης ἐκ τοῦ γεγονότος εὐτυχήματος, ἑτοίμως τὴν παροῦσαν ὠφέλειαν οἱ στρατιῶται παρʼ οὐδὲν ποιούμενοι διετίθεντο τοῖς ἐμπόροις.
因为由于近来的胜利,对战争全局的美好希望已被描绘出来,士兵们乐意将眼前的利益视若无物,纷纷将其转手给商人。
§14.7.4τῷ δὲ βασιλεῖ τῶν Νομάδων καὶ τοῖς φίλοις τὸ μὲν πρῶτον ἐδόκει κατὰ τὸ συνεχὲς εἰς τὴν οἰκείαν ποιεῖσθαι τὴν ἀναχώρησιν· §14.7.5τῶν δὲ Κελτιβήρων αὐτοῖς ἀπαντησάντων περὶ τὴν Ἄββαν, οἵτινες ἐτύγχανον ὑπὸ τῶν Καρχηδονίων ἐξενολογημένοι, πλείους ὄντες τῶν τετρακισχιλίων, πιστεύοντες ταῖς χερσὶ ταύταις οὕτως ἐπέστησαν καὶ βραχύ τι ταῖς ψυχαῖς ἐθάρρησαν.
至于努米底亚国王及其亲信,起初决定继续向自己的国家撤退;但当四千多名碰巧被迦太基人招募为雇佣兵的 Celtiberia 人在阿巴附近迎面遇到他们时,他们信赖这支力量,便停下脚步,心中稍微恢复了些勇气。
§14.7.6σὺν δὲ τούτοις ἅμα καὶ τῆς παιδίσκης, ἥτις ἦν θυγάτηρ μὲν Ἀσδρούβου τοῦ στρατηγοῦ, γυνὴ δὲ τοῦ Σόφακος, καθάπερ ἐπάνω. προεῖπον, δεομένης καὶ λιπαρούσης μεῖναι καὶ μὴ καταλιπεῖν ἐν τοιούτοις καιροῖς τοὺς Καρχηδονίους, ἐπείσθη καὶ προσέσχε τοῖς παρακαλουμένοις ὁ Νομάς.
除此之外,与此同时,因为那个年轻女子——她如我上面所说,是将军哈斯德鲁巴的女儿、锡法克斯的妻子——恳求并哀求他留下来,不要在如此危急的关头抛弃迦太基人,这位努米底亚人被说服了,并顺从了她的请求。
§14.7.7οὐ μικρὰ δὲ καὶ τοὺς Καρχηδονίους ἐλπίζειν παρεσκεύασαν οἱ Κελτίβηρες· ἀντὶ μὲν γὰρ τῶν τετρακισχιλίων μυρίους αὑτοὺς ἀπήγγελλον εἶναι, κατὰ δὲ τοὺς κινδύνους ἀνυποστάτους ὑπάρχειν καὶ ταῖς ψυχαῖς καὶ τοῖς καθοπλισμοῖς.
塞尔提贝里亚人也让迦太基人寄予了不小的希望;因为传闻他们并非四千人而是有一万人,且在危险面前,无论是斗志还是装备,他们都是不可战胜的。
§14.7.8ἐκ δὲ ταύτης τῆς φήμης καὶ τῆς χυδαίου καὶ πανδήμου λαλιᾶς μετεωρισθέντες οἱ Καρχηδόνιοι διπλασίως ἐπερρώσθησαν πρὸς τὸ πάλιν ἀντιποιήσασθαι τῶν ὑπαίθρων.
迦太基人受到这一传闻以及大众街谈巷议的鼓舞,斗志倍增,誓要重新争夺原野的控制权。
§14.7.9καὶ τέλος ἐν ἡμέραις τριάκοντα περὶ τὰ Μεγάλα πεδία καλούμενα βαλόμενοι χάρακα συνεστρατοπέδευον ὁμοῦ τοῖς Νομάσι καὶ τοῖς Κελτίβηρσιν, ὄντες οὐκ ἐλάττους οἱ πάντες τρισμυρίων.
最终在三十天内,他们在所谓的“大平原”附近筑起战壕,与努米底亚人和塞尔提贝里亚人一同驻扎,总人数不少于三万人。

词汇与语法注释

  1. §14.7.1πρὸς αὐτὸν συνάψοντος — 承接前一分句末尾的 `τοῦ στρατηγοῦ`(哈斯德鲁巴)作为主语的属格绝对结构。`αὐτόν` 指锡法克斯。句子直接从前一分块延续而来。
  2. §14.7.3καλῆς γὰρ τῆς ὑπὲρ τῶν ὅλων ἐλπίδος ὑπογραφομένης — 表原因的属格绝对结构。`τῶν 盘点`(中性复数)指代“战争全局”或“整体局势”。
  3. §14.7.5οἵτινες ἐτύγχανον ὑπὸ τῶν Καρχηδονίων ἐξενολογημένοι — 助动词 `τυγχάνω`(此处为未完成过去式 `ἐτύγχανον`)搭配被动完成分词 `ἐξενολογημένοι` 的句式,用于说明客观事实(“碰巧已被招募”)。
  4. §14.7.6σὺν δὲ τούτοις ἅμα καὶ τῆς παιδίσκης ... δεομένης καὶ λιπαρούσης — 虽由介词短语 `σὺν δὲ τούτοις ἅμα καὶ`(“与此同时,再加上这些”)引导,此处实际插入了以 `τῆς παιδίσκης` 为主语、`δεομένης καὶ λιπαρούσης` 为分词的属格绝对结构,最终指向主句主语 `ὁ Νομάς`(努米底亚人,即锡法克斯)。
  5. §14.7.7ἀντὶ μὲν γὰρ τῶν τετρακισχιλίων μυρίους αὑτοὺς ἀπήγγελλον εἶναι — `ἀπήγγελλον` 既可以作无人称解(“传闻说”),也可以指塞尔提贝里亚人自身宣称“他们自己”(`αὑτούς`)有一万人。无论哪种情况,这都指代为了鼓舞迦太基人而流传的夸大报道或谣言。

引用这一段

波利比奥斯, 历史 §14.7.1-14.7.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:14.7.1-14.7.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。