Humanitext Reader

波利比奥斯 · 历史 §14.9.1-14.9.11

罗马军兵分两路与迦太基的善后对策

第 805 段,共 1311 段 · 希腊语

内容简介

在大平原获胜后,罗马军分头平定各都市并追击锡法克斯;与此同时,因战败而陷入混乱的迦太基政府商讨了派遣舰队、召回汉尼拔和和平谈判等多种对策,并最终批准了所有方案。

§14.9.1ὁ δὲ στρατηγὸς τῶν Ῥωμαίων, ἐπεὶ τὰ σκῦλα καὶ τοὺς αἰχμαλώτους εὐτρεπεῖς ἔθετο, συγκαλέσας τὸ συνέδριον ἐβουλεύετο περὶ τῶν ἑξῆς, τί δέον ἦν ποιεῖν.
罗马人的将军在妥善处置了战利品 and 俘虏之后,召集了会议,商讨接下来的行动以及应当做些什么。
§14.9.2ἔδοξεν οὖν αὐτοῖς τὸν μὲν στρατηγὸν Πόπλιον καὶ μέρος τι τῆς δυνάμεως μένειν ἐπιπορευόμενον τὰς πόλεις, τὸν δὲ Λαίλιον καὶ τὸν Μασαννάσαν, λαβόντας τούς τε Νομάδας καὶ μέρος τῶν Ῥωμαϊκῶν στρατοπέδων, ἕπεσθαι τοῖς περὶ τὸν Σόφακα καὶ μὴ δοῦναι χρόνον εἰς ἐπίστασιν καὶ παρασκευήν.
于是他们决定,将军普布里乌斯率领一部分军队留下来巡视各城市,而莱利乌斯和马西尼萨则率领努米底亚人和一部分罗马军团,追击锡法克斯及其部下,不给他们喘息和准备的时间。
§14.9.3οὗτοι μὲν ταῦτα βουλευσάμενοι διεχωρίσθησαν, οἱ μὲν ἐπὶ τὸν Σόφακα μετὰ τῶν προειρημένων στρατιωτῶν, ὁ δὲ στρατηγὸς ἐπὶ τὰς πόλεις.
做出这些决定后,他们便分头行动,一方率领上述士兵前往追击锡法克斯,将军则前往各城市。
§14.9.4ὧν αἱ μὲν ἐθελοντὴν προσετίθεντο τοῖς Ῥωμαίοις διὰ τὸν φόβον, ἃς δὲ πολιορκῶν ἐξ ἐφόδου κατὰ κράτος ᾕρει.
在这些城市中,有的因恐惧而自愿归顺罗马人,有的则被他发起强攻、包围并一举攻克。
§14.9.5πάντα δʼ ἦν οἰκεῖα μεταβολῆς τὰ κατὰ τὴν χώραν, ἅτε συνεχῶς [τε] ἐκκείμενα ταῖς κακοπαθείαις καὶ ταῖς εἰσφοραῖς διὰ τὸ πολυχρονίους γεγονέναι τοὺς κατὰ τὴν Ἰβηρίαν πολέμους.
整个地方都极易发生变革,因为由于在伊比利亚的战争旷日持久,他们一直暴露在苦难和征税之中。
§14.9.6ἐν δὲ τῇ Καρχηδόνι μεγάλης καὶ πρότερον ὑπαρχούσης ἀκαταστασίας, ἔτι μείζω τότε συνέβαινε γίνεσθαι τὴν ταραχήν, ὡς ἂν ἐκ δευτέρου τηλικαύτῃ πληγῇ περιπεπτωκότων ἤδη καὶ ἀπειπόντων τὰς ἐν αὑτοῖς ἐλπίδας.
另一方面,在迦太基,先前本就存在着巨大的混乱,此时动荡变得更加剧烈,因为他们已经第二次遭受如此沉重的打击,并且完全放弃了对自己的希望。
§14.9.7οὐ μὴν ἀλλʼ οἱ μὲν ἀνδρωδέστατοι δοκοῦντες εἶναι τῶν συμβούλων ταῖς μὲν ναυσὶν ἐκέλευον ἤδη πλεῖν ἐπὶ τοὺς τὴν Ἰτύκην πολιορκοῦντας, καὶ τήν τε πολιορκίαν πειρᾶσθαι λύειν καὶ ναυμαχεῖν τοῖς ὑπεναντίοις, ἀπαρασκεύοις οὖσι πρὸς τοῦτο τὸ μέρος· §14.9.8ἐπί τε τὸν Ἀννίβαν πέμπειν ἠξίουν καὶ μηδεμίαν ὑπερβολὴν ποιησαμένους ἐξελέγχειν καὶ ταύτην τὴν ἐλπίδα· μεγάλας γὰρ ἀμφοτέραις εἶναι ταῖς ἐπιβολαῖς ἐκ τῶν κατὰ λόγον ἀφορμὰς πρὸς σωτηρίαν.
尽管如此,在议员中被认为最勇敢的人,力主立即率领舰队驶向那些正在围攻尤提卡的人,试图解除包围,并与在这一领域未作准备的敌人进行海战;他们还要求派遣使者去召回汉尼拔,毫不拖延地也去尝试这一希望;因为他们主张,根据合乎情理的推论,这两项企划都为拯救他们提供了巨大的契机。
§14.9.9τινὲς δὲ ταύτας μὲν ἔφασαν μηκέτι φέρειν τοὺς καιρούς, τὴν δὲ πόλιν ὀχυροῦν καὶ παρασκευάζεσθαι πρὸς πολιορκίαν· πολλὰς γὰρ δώσειν ἀφορμὰς ταὐτόματον, ἂν ὁμονοῶσιν.
但另一些人则声称,时局已不再允许这些计划,而应当巩固城市并准备迎战包围;因为如果他们团结一致,命运自会提供许多转机。
§14.9.10ἅμα δὲ βουλεύεσθαι περὶ διαλύσεως καὶ συνθηκῶν παρῄνουν, ἐπὶ τίσι καὶ πῶς ἂν λύσιν ποιήσαιντο τῶν ἐνεστώτων κακῶν.
与此同时,他们建议审议和解与条约,即在何种条件以及如何才能解决眼前的灾难。
§14.9.11γενομένων δὲ καὶ πλειόνων λόγων περὶ ταῦτα, πάσας ἐκύρωσαν
在对这些事情进行更多讨论之后,他们通过了所有的决议。

词汇与语法注释

  1. §14.9.2ἔδοξεν οὖν αὐτοῖς τὸν μὲν στρατηγὸν Πόπλιον ... μένειν ... τὸν δὲ Λαίλιον ... ἕπεσθαι — 由无人称动词 ἔδοξεν(决定、决议)所引导的带宾格的不定式(对格不定式)结构。宾格的 τὸν μὲν στρατηγὸν Πόπλιον 和 τὸν δὲ Λαίλιον καὶ τὸν Μασαννάσαν 分别作为不定式 μένειν 和 ἕπεσθαι 的逻辑主语。
  2. §14.9.6ὡς ἂν ἐκ δευτέρου τηλικαύτῃ πληγῇ περιπεπτωκότων ἤδη καὶ ἀπειπόντων τὰς ἐν αὑτοῖς ἐλπίδας — ὡς ἄν 后接属格分词(属格绝对)的结构,用以表示主观的假设或原因(“仿佛他们已经遭受……”)。分词 περιπεπτωκότων 和 ἀπειπόντων 的逻辑主语从上下文来看指代迦太基的居民(公民)。
  3. §14.9.8μεγάλας γὰρ ἀμφοτέραις εἶναι ταῖς ἐπιβολαῖς ἐκ τῶν κατὰ λόγον ἀφορμὰς πρὸς σωτηρίαν — 由前文的 ἠξίουν(他们要求、主张)所引导的间接引语不定式从句。εἶναι 为不定式动词,宾格的 ἀφορμάς 为其主语(宾格主语),而 ἀμφοτέραις ταῖς ἐπιβολαῖς 为表示“对于……”的利益与格。

引用这一段

波利比奥斯, 历史 §14.9.1-14.9.11. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:14.9.1-14.9.11

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。