§12.10.1πρῶτον δὴ διαπορήσαι τις ἂν πρὸς τίνας τῶν Λοκρῶν παραγενόμενος ἐπυνθάνετο περὶ τούτων.
首先,人们确实会产生疑问:他究竟是到了哪些洛克里人那里去询问这些事情的。
εἰ μὲν γὰρ συνέβαινε, §12.10.2καθάπερ τοὺς ἐν Ἰταλίᾳ Λοκρούς, οὕτω καὶ τοὺς κατὰ τὴν Ἑλλάδα μίαν πόλιν ἔχειν, τάχʼ ἂν οὐκ ἔδει διαπορεῖν, ἀλλʼ ἦν ἂν εὐθεώρητον· §12.10.3ἐπεὶ δὲ δύʼ ἔθνη Λοκρῶν ἐστι, πρὸς ποτέρους ἦλθε καὶ πρὸς ποίας πόλεις τῶν ἑτέρων, καὶ παρὰ τίσιν εὗρε τὰς συνθήκας ἀναγεγραμμένας;
因为如果情况是,正如意大利的洛克里人一样,希腊的洛克里人也只拥有一座城市,那么或许就无需产生疑问,而是很容易看清了;但既然洛克里人有两个部族,他究竟是去了其中的哪一个,又是去了另一方的哪些城市,并在谁那里发现了刻有协定的碑文呢?
οὐδὲν γὰρ ἡμῖν διασαφεῖται τούτων.
因为这些事情对我们来说没有一件是被澄清了的。
§12.10.4καίτοι διότι τοῦτʼ ἴδιόν ἐστι Τιμαίου καὶ ταύτῃ παρημίλληται τοὺς ἄλλους συγγραφέας καὶ καθόλου τῇδέ πῃ τῆς ἀποδοχῆς — λέγω δὲ κατὰ τὴν ἐν τοῖς χρόνοις καὶ ταῖς ἀναγραφαῖς ἐπίφασιν τῆς ἀκριβείας καὶ τὴν περὶ τοῦτο τὸ μέρος ἐπιμέλειαν — δοκῶ, πάντες γινώσκομεν.
然而,这是蒂迈欧特有的特征,且他在这方面与其他历史学家展开竞争,并大体上因这一特点而获得认可——我指的是他在年代和文献记录上表现出的精确,以及在这一领域付出的心血——我想,我们所有人都是知道的。
§12.10.5διὸ καὶ θαυμάζειν ἐστὶν ἄξιον πῶς οὔτε τὸ τῆς πόλεως ὄνομα, παρʼ οἷς εὗρεν, οὔτε τὸν τόπον, ἐν ᾧ συμβαίνει τὴν συνθήκην ἀναγεγράφθαι, διεσάφησεν ἡμῖν, οὔτε τοὺς ἄρχοντας τοὺς δείξαντας αὐτῷ τὴν ἀναγραφὴν καὶ πρὸς οὓς ἐποιεῖτο τὸν λόγον, ἵνα μηδενὶ διαπορεῖν ἐξῇ μηδέν, ἀλλʼ ὡρισμένου τοῦ τόπου καὶ τῆς πόλεως ἐνῇ τοῖς ἀμφισβητοῦσιν εὑρεῖν τὴν ἀκρίβειαν.
因此,令人惊异的是,他既没有向我们说明他是在哪个城市发现的,也没有说明该协定是在哪里被刻写出来的,更没有说明是哪些官员向他出示了这份记录并与他进行交谈,以便使任何人都不可能产生任何疑问,而是让争论者在地点和城市确定的情况下能够查明真相。
§12.10.6ὁ δὲ πάντα ταῦτα παραλελοιπὼς δῆλός ἐστι συνειδὼς αὑτῷ κατὰ πρόθεσιν ἐψευσμένῳ.
然而,他省略了所有这些,显然是他心知肚明自己是在蓄意撒谎。
διότι γὰρ τῶν τοιούτων ἐπιλαβόμενος οὐδὲν ἂν παρέλειπε Τίμαιος, ἀλλʼ ἀπρίξ, τὸ δὴ λεγόμενον, ἀμφοῖν τοῖν χεροῖν ἐπέφυ, προφανὲς ἐκ τούτων.
因为,如果蒂迈欧掌握了这样的证据,他绝不会遗漏任何一点,而是会像俗话所说的那样,用“双手死死抓住不放”,这从以下的事情中就可以看得很清楚。
§12.10.7ὁ γὰρ πρὸς τὴν Ἐχεκράτους πίστιν ἀπερεισάμενος ἐπʼ ὀνόματος, πρὸς ὅν φησι περὶ τῶν ἐν Ἰταλίᾳ Λοκρῶν ποιήσασθαι τοὺς λόγους καὶ παρʼ οὗ πυθέσθαι περὶ τούτων, §12.10.8καὶ προσεξειργασμένος, ἵνα μὴ φανῇ τοῦ τυχόντος ἀκηκοὼς ὅτι συνέβαινε τὸν τούτου πατέρα πρεσβείας κατηξιῶσθαι πρότερον ὑπὸ Διονυσίου, §12.10.9ἦ πού γʼ ἂν οὗτος δημοσίας ἀναγραφῆς ἐπιλαβόμενος ἢ παραδοσίμου στήλης
因为他指名道姓地依赖于埃克克拉底的信用,自称曾与此人交谈过关于意大利洛克里人的事,并向他询问了这些情况,并且为了不让自己显得是从某个无名小卒那里听来的,他还进一步加以渲染,说此人的父亲此前曾被狄奥尼西奥斯委以使节的重任,那么这样的人如果掌握了公立记录或相传下来的碑石,想必更会……