§12.8.1ἢ δεικτέον οὖν τὸν Ἀριστοτέλην κατὰ τὸν ἄρτι λόγον τὰ περὶ Λοκρῶν εἰρηκότα χάριτος ἢ κέρδους ἢ διαφορᾶς ἕνεκεν ἢ μηδὲ τολμῶντας τοῦτο λέγειν ὁμολογητέον ἀγνοεῖν καὶ παραπαίειν τοὺς τοιαύτῃ χρωμένους ἀπεχθείᾳ καὶ πικρίᾳ κατὰ τῶν πέλας οἵᾳ κέχρηται Τίμαιος κατʼ Ἀριστοτέλους.
因此,我们必须要么根据刚才的论点,证明亚里士多德是为了讨好、图利或私怨而发表关于洛克里人的言论,或者,如果连这都不敢说,我们就必须承认,那些对邻人施加如蒂迈欧对亚里士多德所施加的那种憎恨与刻薄的人,乃是出于无知且神志不清。
§12.8.2φησὶ γὰρ αὐτὸν εἶναι θρασύν, εὐχερῆ, προπετῆ, πρὸς δὲ τούτοις κατατετολμηκέναι τῆς τῶν Λοκρῶν πόλεως, εἰπόντα τὴν ἀποικίαν αὐτῶν εἶναι δραπετῶν, οἰκετῶν, μοιχῶν, ἀνδραποδιστῶν.
因为蒂迈欧说亚里士多德傲慢、轻率、鲁莽,而且此外还说他竟敢对洛克里人的城邦放肆,声称他们的殖民地是由逃奴、家仆、通奸者和拐卖人口者所组成。
§12.8.3καὶ ταῦτα λέγειν αὐτόν φησιν οὕτως ἀξιοπίστως ὥστε δοκεῖν ἕνα τῶν ἐστρατηγηκότων ὑπάρχειν καὶ τοὺς Πέρσας ἐν ταῖς Κιλικίαις πύλαις ἄρτι παρατάξει νενικηκότα διὰ τῆς αὑτοῦ δυνάμεως, §12.8.4ἀλλʼ οὐ σοφιστὴν ὀψιμαθῆ καὶ μισητὸν ὑπάρχοντα καὶ τὸ πολυτίμητον ἰατρεῖον ἀρτίως ἀποκεκλεικότα, πρὸς δὲ τούτοις εἰς πᾶσαν αὐλὴν καὶ σκηνὴν ἐμπεπηδηκότα, πρὸς δὲ γαστρίμαργον, ὀψαρτυτήν, ἐπὶ στόμα φερόμενον ἐν πᾶσι.
他还说亚里士多德说出这些话时带着如此权威的口吻,以至于显得他好像是曾担任过将领的一员,并且刚刚在基利家山口凭借自己的力量在会战中击败了波斯人一样,而不是一个晚学且可憎的诡辩家,不仅刚刚关闭了他那贵重的医馆,而且还钻进了每一个宫廷和剧场,甚至还是个贪食者、讲究吃喝的厨子,在一切事上都信口开河。
§12.8.5δοκεῖ δή μοι τὰ τοιαῦτα μόλις ἂν ἄνθρωπος ἀγύρτης καὶ προπετὴς ἐπὶ δικαστηρίου ῥιψολογῶν ἀνεκτὸς φανῆναι· μέτριος μὲν γὰρ οὐ δοκεῖ.
在我看来,这样的话语即便是由一个在法廷上信口雌黄的江湖骗子和鲁莽之徒说出来,也令人难以容忍;因为这显然毫无分寸。
§12.8.6συγγραφεὺς δὲ κοινῶν πράξεων καὶ προστάτης ἱστορίας ἀληθινὸς οὐδʼ ἂν αὐτὸς ἐν αὑτῷ διανοηθῆναι μή τι δὴ καὶ γράφειν τολμήσαι τοιοῦτον.
而一个撰写公共事务的作者和真正的历史捍卫者,甚至在内心连想都不会去想这些事情,更不用说敢于写下来了。