§12.7.1ὅτι πολλὰ ἱστορεῖ ψευδῆ ὁ Τίμαιος, καὶ δοκεῖ τὸ παράπαν οὐκ ἄπειρος ὢν οὐδενὸς τῶν τοιούτων, ὑπὸ δὲ τῆς φιλονεικίας ἐπισκοτούμενος, ὅταν ἅπαξ ἢ ψέγειν ἢ τοὐναντίον ἐγκωμιάζειν τινὰ πρόθηται, πάντων ἐπιλανθάνεται καὶ πολύ τι τοῦ καθήκοντος παρεκβαίνει.
蒂迈欧记录了许多谎言,而且尽管他似乎对这类事情绝非毫无经验,但他被好胜心蒙蔽了双眼,一旦决定要指责或相反地去赞美某人,他就会忘记一切,极大地偏离了自己的本分。
§12.7.2πλὴν ταῦτα μὲν ἡμῖν ὑπὲρ Ἀριστοτέλους εἰρήσθω πῶς καὶ τίσι προσέχων τοιαύτην ἐποιήσατο τὴν περὶ τῶν Λοκρῶν ἐξήγησιν· §12.7.3τὰ δὲ λέγεσθαι μέλλοντα περὶ Τιμαίου καὶ τῆς ὅλης συντάξεως αὐτοῦ καὶ καθόλου περὶ τοῦ καθήκοντος τοῖς πραγματευομένοις ἱστορίαν τοιάνδε τινὰ λήψεται τὴν ἀπάντησιν.
不过,为了替亚里士多德辩护,关于他是如何以及注意到哪些事实才对洛克里人做出如此阐述的,我们就说到这里;但是,接下来关于蒂迈欧、他的整部著作,以及更普遍地关于历史撰写者的本分所要说的话,将得到如下的应对。
§12.7.4ὅτι μὲν οὖν ἀμφότεροι κατὰ τὸν εἰκότα λόγον πεποίηνται τὴν ἐπιχείρησιν, καὶ διότι πλείους εἰσὶ πιθανότητες ἐν τῇ κατʼ Ἀριστοτέλην ἱστορίᾳ, δοκῶ, πᾶς ἄν τις ἐκ τῶν εἰρημένων ὁμολογήσειεν· ἀληθὲς μέντοι γε καὶ καθάπαξ διαστεῖλαι περί τινος οὐδὲν ἔστιν ἐν τούτοις.
因此,我认为任何人根据前述都会同意,他们双方都是基于盖然性的论据展开论证的,而且亚里士多德的历史叙述中有着更多的合理性;然而,在这些事情中,并没有什么是绝对真实且可以一锤定音的。
§12.7.5οὐ μὴν ἀλλʼ ἔστω τὸν Τίμαιον εἰκότα λέγειν μᾶλλον.
尽管如此,且让我们假设蒂迈欧的话更具盖然性。
διὰ ταύτην οὖν τὴν αἰτίαν δεήσει πᾶν ῥῆμα καὶ πᾶσαν φωνὴν ἀκούειν καὶ μόνον οὐ θανάτου κρίσιν ὑπέχειν τοὺς ἐν ταῖς ἱστορίαις ἧττον εἰκότα λέγοντας;
那么,难道就因为这个原因,那些在历史中说了较少盖然性话语的人,就必须听受各种恶言恶语,并遭受几近死刑的审判吗?
οὐ δήπου.
绝非如此。
§12.7.6τοῖς μὲν γὰρ κατʼ ἄγνοιαν ψευδογραφοῦσιν ἔφαμεν δεῖν διόρθωσιν εὐμενικὴν καὶ συγγνώμην ἐξακολουθεῖν, τοῖς δὲ κατὰ προαίρεσιν ἀπαραίτητον κατηγορίαν.
因为我们曾说,对于因无知而写下虚假内容的人,应当给予友善的纠正和宽恕;但对于故意为之的人,则应当予以毫不留情的指责。