Humanitext Reader

波利比奥斯 · 历史 §12.28.1-12.28.12

历史学家实际经验的必要性与对蒂迈欧的批判

第 783 段,共 1311 段 · 希腊语

内容简介

波里比乌斯借用柏拉图的哲人王理论,主张只有具备实际经验的人才应当撰写历史,并严厉批评了缺乏实地经验却自诩为历史学家的蒂迈欧,指出他通过诬蔑埃福罗斯来企图将历史与夸示性修辞进行无理对比。

§12.28.1δοκεῖ δέ μοι καὶ τὸ τῆς ἱστορίας πρόσχημα τοιοῦτον ἄνδρα ζητεῖν.
在我看来,历史写作的尊严也同样需要这样的人物。
§12.28.2ὁ μὲν οὖν Πλάτων φησὶ τότε τἀνθρώπεια καλῶς ἕξειν, ὅταν ἢ οἱ φιλόσοφοι βασιλεύσωσιν ἢ οἱ βασιλεῖς φιλοσοφήσωσι· §12.28.3κἀγὼ δʼ ἂν εἴποιμι διότι τὰ τῆς ἱστορίας ἕξει τότε καλῶς, ὅταν ἢ οἱ πραγματικοὶ τῶν ἀνδρῶν γράφειν ἐπιχειρήσωσι τὰς ἱστορίας, §12.28.4μὴ καθάπερ νῦν παρέργως, νομίσαντες δὲ καὶ τοῦτʼ εἶναι σφίσι τῶν ἀναγκαιοτάτων καὶ καλλίστων, ἀπερίσπαστοι παράσχωνται πρὸς τοῦτο τὸ μέρος κατὰ τὸν βίον, §12.28.5ἢ οἱ γράφειν ἐπιβαλλόμενοι τὴν ἐξ αὐτῶν τῶν πραγμάτων ἕξιν ἀναγκαίαν ἡγήσωνται πρὸς τὴν ἱστορίαν.
柏拉图曾说,只有当哲学家成为国王,或者国王成为哲学家时,人类的事务才会好转;而我也要说,只有当务实之士着手撰写历史时,历史的事业才会好转—— 不是像现在这样敷衍了事,而是将这也视为他们最必要、最崇高的任务之一,并在其一生中不偏不倚地致力于这一领域—— 或者,那些着手撰写历史的人将从实际事务中获得的经验视为历史写作所必需的。
πρότερον δʼ οὐκ ἔσται παῦλα τῆς τῶν ἱστοριογράφων ἀγνοίας.
在此之前,历史学家的无知将无法终止。
ὧν Τίμαιος οὐδὲ τὴν ἐλαχίστην πρόνοιαν θέμενος, §12.28.6ἀλλὰ καταβιώσας ἐν ἑνὶ τόπῳ ξενιτεύων, καὶ σχεδὸν ὡς εἰ κατὰ πρόθεσιν ἀπειπάμενος καὶ τὴν ἐνεργητικὴν τὴν περὶ τὰς πολεμικὰς καὶ πολιτικὰς πράξεις καὶ τὴν ἐκ τῆς πλάνης καὶ θέας αὐτοπάθειαν, οὐκ οἶδʼ ὅπως ἐκφέρεται δόξαν ὡς ἕλκων τὴν τοῦ συγγραφέως προστασίαν.
而蒂迈欧对这些事情甚至没有给予最微小的关注,反而作为一个异乡人流落一处度过余生,几乎像是故意放弃了在军事和政治事务中的实践经验,以及通过旅行和见闻获得的亲身体验,却不知怎地赢得了声誉,仿佛他拥有了历史学家的领袖地位。
§12.28.7καὶ διότι τοιοῦτός ἐστιν αὐτὸν ἀνθομολογούμενον εὐχερὲς παραστῆσαι τὸν Τίμαιον.
并且,极易证明蒂迈欧就是这样的人,这甚至是他自己亲口承认的。
§12.28.8κατὰ γὰρ τὸ προοίμιον τῆς ἕκτης βύβλου φησί τινας ὑπολαμβάνειν διότι τινὸς μείζονος δεῖται φύσεως καὶ φιλοπονίας καὶ παρασκευῆς τὸ τῶν ἐπιδεικτικῶν λόγων γένος ἢ τὸ τῆς ἱστορίας· ταύτας δὲ τὰς δόξας πρότερον μὲν Ἐφόρῳ φησὶ προσπεσεῖν, §12.28.9οὐ δυνηθέντος δʼ ἱκανῶς ἐκείνου πρὸς τοὺς ταῦτα λέγοντας ἀπαντῆσαι, πειρᾶται συγκρίνειν αὐτὸς ἐκ παραβολῆς τὴν ἱστορίαν τοῖς ἐπιδεικτικοῖς λόγοις, πρᾶγμα ποιῶν πάντων ἀτοπώτατον, §12.28.10πρῶτον μὲν τὸ καταψεύσασθαι τοῦ συγγραφέως.
因为在第六卷的序言中,他说有些人认为,夸示性修辞这一流派比历史需要更大的天赋、勤奋和准备;他说这些观点首先侵袭了埃福罗斯,但由于后者无法对提出这些观点的人做出充分的回应,蒂迈欧自己便企图通过对比来将历史与夸示性修辞进行比较,这做出了所有人中最荒谬的事情:首先是诬蔑了这位历史学家。
ὁ γὰρ Ἔφορος παρʼ ὅλην τὴν πραγματείαν θαυμάσιος ὢν καὶ κατὰ τὴν φράσιν καὶ κατὰ τὸν χειρισμὸν καὶ κατὰ τὴν ἐπίνοιαν τῶν λημμάτων, δεινότατός ἐστιν ἐν ταῖς παρεκβάσεσι καὶ ταῖς ἀφʼ αὑτοῦ γνωμολογίαις, καὶ συλλήβδην ὅταν που τὸν ἐπιμετροῦντα λόγον διατίθηται· §12.28.11κατὰ δέ τινα συντυχίαν εὐχαριστότατα καὶ πιθανώτατα περὶ τῆς συγκρίσεως εἴρηκε τῆς τῶν ἱστοριογράφων καὶ λογογράφων.
因为埃福罗斯在整部著作中,无论是在措辞、处理还是在题材的构思上都是令人赞叹的,他在插叙和自发的格言式评论中表现得最为出色,总之,每当他展开补充性的论述时都是如此;并且,由于某种机缘,就历史学家和辞章家之间的比较作出了极具文采且极具说服力的论述。
§12.28.12ὁ δʼ ἵνα μὴ δόξῃ κατακολουθεῖν Ἐφόρῳ, πρὸς τῷ κατεψεῦσθαι ʼκείνου καὶ τῶν λοιπῶν ἅμα κατέγνωκε· τὰ γὰρ παρʼ ἄλλων δεόντως κεχειρισμένα μακρῶς καὶ ἀσαφῶς καὶ τρόπῳ παντὶ χεῖρον ἐξηγούμενος οὐδένα τῶν
但蒂迈欧为了不显得是在追随埃福罗斯,除了诬蔑他之外,还同时谴责了其余的人;因为他将他人已经妥善处理的事情,用冗长、晦涩且在方方面面都更糟的方式来阐述,他(...)没有一个(...)

词汇与语法注释

  1. §12.28.3κἀγὼ δʼ ἂν εἴποιμι διότι — 连词 `διότι` 在古典阿提卡散文中通常表示原因(因为),但此处它的功能类似于 `ὅτι`,用于引导 `εἴποιμι` 之后的实质内容从句。主句的 `ἂν εἴποιμι` 是表示潜在可能性或委婉主张的希求语气(带 ἄν 的希求法)。
  2. §12.28.4ἀπερίσπαστοι — 形容词 `ἀπερίσπαστος`(心无旁骛的)的主格复数形式,作为表语与虚拟语气动词 `παράσχωνται` 的主语(务实的人们)一致。在译文中具有副词性的语义,表示“心无旁骛地”、“专心致志地”。
  3. §12.28.6τὴν ἐνεργητικὴν — 阴性单数宾格形容词,省略了诸如 `ἕξιν`(状态/经验)或 `ἐμπειρίαν`(经验)之类的名词,与后文的 `καὶ τὴν ἐκ τῆς πλάνης καὶ θέας αὐτοπάθειαν`(通过旅行和见闻获得的亲身体验)形成对比。
  4. §12.28.7αὐτὸν ἀνθομολογούμενον — 宾格分词结构,作为 `παραστῆσαι`(表明、证明)的宾语,表示蒂迈欧本人承认这一事实。
  5. §12.28.10τὸ καταψεύσασθαι — 带冠词的宾格不定式,作为同位语解释前句中“做出了所有人中最荒谬的事情”(πρᾶγμα ποιῶν πάντων ἀτοπώτατον)的具体内容。

引用这一段

波利比奥斯, 历史 §12.28.1-12.28.12. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:12.28.1-12.28.12

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。