Humanitext Reader

波利比奥斯 · 历史 §12.26b.1-12.26b.5

批评蒂迈欧对西西里的过度吹捧

第 778 段,共 1311 段 · 希腊语

内容简介

玻里比乌斯引用了科林斯希腊人对盖隆以援助换取指挥权要求的务实回答,并批评历史学家蒂迈欧过度美化西西里及其人物的夸张态度,将其比作学堂青年们所作的悖论式修辞练习。

§12.26b.1ὅτι Γέλωνος ἐπαγγελλομένου τοῖς Ἕλλησι δισμυρίοις πεζοῖς, διακοσίαις δὲ ναυσὶ καταφράκτοις βοηθήσειν, ἐὰν αὐτῷ τῆς ἡγεμονίας ἢ τῆς κατὰ γῆν ἢ τῆς κατὰ θάλατταν παραχωρήσωσι, φασὶ τοὺς προκαθημένους ἐν Κορίνθῳ τῶν Ἑλλήνων πραγματικώτατον ἀπόκριμα δοῦναι τοῖς παρὰ τοῦ Γέλωνος πρεσβευταῖς·
[据说]当盖隆许诺以两万步兵和两百艘有甲战船援助希腊人,条件是希腊人须将陆上或海上的指挥权让渡给他时,聚集在哥林多的希腊领袖们对盖隆派来的使节作出了极其务实的回答。
§12.26b.2ἐκέλευον γὰρ ὡς ἐπίκουρον ἔρχεσθαι τὸν Γέλωνα μετὰ τῶν δυνάμεων, τὴν δʼ ἡγεμονίαν ἀνάγκῃ τὰ πράγματα περιθήσειν τοῖς ἀρίστοις τῶν ἀνδρῶν·
因为他们要求盖隆率领军队作为盟友前来,至于指挥权,形势必然会将其赋予最优秀的男子。
§12.26b.3τοῦτο δʼ ἐστὶν οὐ καταφευγόντων ἐπὶ τὰς Συρακοσίων ἐλπίδας, ἀλλὰ πιστευόντων αὑτοῖς καὶ προκαλουμένων τὸν βουλόμενον ἐπὶ τὸν τῆς ἀνδρείας ἀγῶνα καὶ τὸν περὶ τῆς ἀρετῆς στέφανον.
而这不是投奔并寄希望于叙拉古人者的行为,而是信任自身,并向任何有意者发出挑战,共同参与勇气之争、夺取美德之冕者的行为。
§12.26b.4ἀλλʼ ὅμως Τίμαιος εἰς ἕκαστα τῶν προειρημένων τοσούτους ἐκτείνει λόγους καὶ τοιαύτην ποιεῖται σπουδὴν περὶ τοῦ τὴν μὲν Σικελίαν μεγαλομερεστέραν ποιῆσαι τῆς συμπάσης Ἑλλάδος, τὰς δʼ ἐν αὐτῇ πράξεις ἐπιφανεστέρας καὶ καλλίους τῶν κατὰ τὴν ἄλλην οἰκουμένην, τῶν δʼ ἀνδρῶν τῶν μὲν σοφίᾳ διενηνοχότων σοφωτάτους τοὺς ἐν Σικελίᾳ, τῶν δὲ πραγματικῶν ἡγεμονικωτάτους καὶ θειοτάτους τοὺς ἐκ Συρακουσῶν, §12.26b.5ὥστε μὴ καταλιπεῖν ὑπερβολὴν τοῖς μειρακίοις τοῖς ἐν ταῖς διατριβαῖς καὶ τοῖς περιπάτοις πρὸς τὰς παραδόξους ἐπιχειρήσεις, ὅταν ἢ Θερσίτου λέγειν ἐγκώμιον ἢ Πηνελόπης πρόθωνται ψόγον ἤ τινος ἑτέρου τῶν τοιούτων.
然而,尽管如此,蒂迈欧对上述每一件事都费尽了如此多的笔墨,并倾注了如此巨大的热忱,力图使西西里显得比整个希腊更伟大,使那里的功绩比已知世界其他地方的功绩更辉煌、更优美,并在因智慧而杰出的人中,将西西里人奉为最智者,在务实的人中,将来自叙拉古的人奉为最具领导力且最神圣者,以至于当那些在学堂和游廊中的青年们试图进行悖论式的尝试时——例如当他们提议为德尔西特斯作颂词,或非难珀涅罗珀,亦或进行其他类似的主题时——[蒂迈欧]没有给他们留下任何可以超越的夸张余地。

词汇与语法注释

  1. 12.26b.1ὅτι — 句首的 ὅτι 是拜占庭时期摘录集(epitome)中典型的引导连词。主句动词为 φασὶ,整句由 ὅτι 引导以陈述摘录的事实内容。
  2. 12.26b.2τὰ πράγματα περιθήσειν — 不定式 περιθήσειν(赋予)的主语是宾格的 τὰ πράγματα(形势、事态)。此处表明指挥权(τὴν ἡγεμονίαν)并非由希腊人主观决定,而是由“实际形势的必然性”赋予最优秀的人。
  3. 12.26b.3οὐ καταφευγόντων — 属格分词 καταφευγόντων(以及后文的 πιστευόντων 和 προκαλουμένων)作为系动词 ἐστίν 的表语(特征属格)发挥作用。该句式意为“这不是……者的行为(特征)”。
  4. 12.26b.4τοσούτους ... ὥστε — §12.26b.4 中的指示词 τοσούτους(如此多的言辞)和 τοιαύτην(如此大的热忱)与 §12.26b.5 中的结果连词 ὥστε(以至于……)相呼应。这一关联结构构成了对蒂迈欧极端夸张态度的批评,将其比作学堂青年进行悖论式修辞练习(如赞美德尔西特斯)。

引用这一段

波利比奥斯, 历史 §12.26b.1-12.26b.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:12.26b.1-12.26b.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。