§12.26c.1λοιπὸν ἐκ τούτων διὰ τὴν ὑπερβολὴν τῆς παραδοξολογίας οὐκ εἰς σύγκρισιν, ἀλλʼ εἰς καταμώκησιν ἄγει καὶ τοὺς ἄνδρας καὶ τὰς πράξεις ὧν βούλεται προΐστασθαι, καὶ σχεδὸν εἰς τὸ παραπλήσιον ἐμπίπτει τοῖς περὶ τοὺς ἐν Ἀκαδημείᾳ λόγους πρὸς τὸν προχειρότατον λόγον ἠσκηκόσι.
因此,由于他在这些事情上极度标新立异,他非但没有让自己想要捍卫的人和事迹获得与其他事物进行比较(赞誉)的机会,反而使他们沦为笑柄,这使他陷入了与那些在阿卡德米亚就各种论点训练自己去应对任何即兴辩论的人几乎完全相同的境地。
§12.26c.2καὶ γὰρ ἐκείνων τινὲς βουλόμενοι περί τε τῶν προφανῶς καταληπτῶν εἶναι δοκούντων καὶ περὶ τῶν ἀκαταλήπτων εἰς ἀπορίαν ἄγειν τοὺς προσδιαλεγομένους τοιαύταις χρῶνται παραδοξολογίαις καὶ τοιαύτας εὐποροῦσι πιθανότητας ὥστε διαπορεῖν εἰ δυνατόν ἐστι τοὺς ἐν Ἀθήναις ὄντας ὀσφραίνεσθαι τῶν ἑψομένων ᾠῶν ἐν Ἐφέσῳ καὶ διστάζειν μή πως, καθʼ ὃν καιρὸν ἐν Ἀκαδημείᾳ διαλέγονται περὶ τούτων, οὐχ ὕπαρ, ἀλλʼ ὄναρ ἐν οἴκῳ κατακείμενοι τούτους διατίθενται τοὺς λόγους.
因为他们中的某些人,为了让对话者对那些看似明显可以理解的事物以及不可理解的事物都陷入困惑,使用了如此多悖论式的言论,并想出如此多具有说服力的论证,以至于令人怀疑身在雅典的人是否可能闻到在以弗所正煮着的鸡蛋的气味,并且怀疑是否在他们于阿卡德米亚辩论这些问题时,自己并非在清醒状态下,而是躺在家里的梦乡中发表了这些论点。
§12.26c.3ἐξ ὧν διὰ τὴν ὑπερβολὴν τῆς παραδοξολογίας εἰς διαβολὴν ἤχασι τὴν ὅλην αἵρεσιν, ὥστε καὶ τὰ καλῶς ἀπορούμενα παρὰ τοῖς ἀνθρώποις εἰς ἀπιστίαν ἦχθαι.
结果,由于其极度的标新立异,他们使整个学派声名荒谬,以至于世人之间本属合理的怀疑也随之陷入了不信之中。
§12.26c.4καὶ χωρὶς τῆς ἰδίας ἀστοχίας καὶ τοῖς νέοις τοιοῦτον ἐντετόκασι ζῆλον, ὥστε τῶν μὲν ἠθικῶν καὶ πραγματικῶν λόγων μηδὲ τὴν τυχοῦσαν ἐπίνοιαν ποιεῖσθαι συμβαίνει, διʼ ὧν ὄνησις τοῖς φιλοσοφοῦσι, περὶ δὲ τὰς ἀνωφελεῖς καὶ παραδόξους εὑρεσιλογίας κενοδοξοῦντες κατατρίβουσι τοὺς βίους.
而且,除了他们自身的失误之外,他们还在青年中灌输了这样一种狂热,以至于青年们对那些能使哲学研究者受益的伦理和实际讨论不予理会,反而为了那些无益而怪诞的诡辩而虚荣心膨胀,白白虚度了一生。