Humanitext Reader

波利比奥斯 · 历史 §12.25i.1-12.25i.9

书本研究的局限与对蒂迈欧演说的批判

第 774 段,共 1311 段 · 希腊语

内容简介

指出荷马是逼真感的充分例证,并主张书本研究仅占历史的第三等地位。批判了蒂迈欧空洞的演说,并强调了在历史叙述中把握时机和阐明因果关系的重要性。

§12.25i.1ὅτι δὲ τὸ λεγόμενον οὐκ ἀδύνατον, ἱκανὸν ὑπόδειγμα πρὸς πίστιν ὁ ποιητής, παρʼ ᾧ πολὺ τὸ τῆς τοιαύτης ἐμφάσεως ἴδοι τις ἂν ὑπάρχον.
至于所说的话并非不可能,诗人(荷马)是一个足以令人信服的例子,在他的作品中,人们会看到大量此类逼真感的存在。
§12.25i.2ἐξ ὧν πᾶς ἂν εἰκότως συγκατάθοιτο τρίτον εἶναι μέρος τῆς ἱστορίας καὶ τρίτην ἔχειν τάξιν τὴν ἐκ τῶν ὑπομνημάτων πολυπραγμοσύνην.
由此,任何人都会合理地同意,基于文献记录的探究是历史的第三部分,并占有第三等地位。
§12.25i.3ὡς δʼ ἀληθές ἐστι τὸ νυνὶ λεγόμενον καὶ ἐκφανέστατον γένοιτʼ ἂν ἐπί τε τῶν συμβουλευτικῶν καὶ παρακλητικῶν, ἔτι δὲ πρεσβευτικῶν λόγων, οἷς κέχρηται Τίμαιος.
而现在所说的话是多么真实,在蒂迈欧所使用的劝说、鼓舞以及外交使节的演说中,会变得最显而易见。
§12.25i.4ὀλίγοι μὲν γὰρ καιροὶ πάντας ἐπιδέχονται διαθέσθαι τοὺς ἐνόντας λόγους, οἱ δὲ πλεῖστοι βραχεῖς [καί] τινας τῶν ὑπόντων, καὶ τούτων τινὰς μὲν οἱ νῦν, ἄλλους δʼ οἱ προγεγονότες, καὶ τινὰς μὲν Αἰτωλοὶ προσίενται, τινὰς δὲ Πελοποννήσιοι, τινὰς δʼ Ἀθηναῖοι.
因为极少有场合能容许展开所有可能存在的论点,大多数场合只容许展开其中少数简短的论点,而且在这些论点中,有些为现代人所接受,有些为前人所接受,有些为埃托利亚人所接受,有些为伯罗奔尼撒人所接受,有些为雅典人所接受。
§12.25i.5καὶ τὸ μὲν ματαίως καὶ ἀκαίρως [καὶ] πρὸς πάντα πάντας διεξιέναι τοὺς ἐνόντας λόγους, ὃ ποιεῖ Τίμαιος πρὸς πᾶσαν ὑπόθεσιν εὑρεσιλογῶν, τελέως ἀνάληθες καὶ μειρακιῶδες καὶ διατριβικόν — ἅμα καὶ πολλοῖς ἀποτυχίας αἴτιον ἤδη τοῦτο γέγονε καὶ καταφρονήσεως — τὸ δὲ τοὺς ἁρμόζοντας καὶ καιρίους ἀεὶ λαμβάνειν, τοῦτʼ ἀναγκαῖον.
而徒劳且不合时宜地针对一切事展开所有可能存在的论点——蒂迈欧针对每个主题都通过辞藻堆砌来做到这一点——是完全失实、幼稚且带有学堂(修辞学校)气的——同时,这已经成为许多人失败和受到蔑视的原因——而始终选取合适且适时的论点,这才是必须的。
§12.25i.6ἀστάτου δὲ τῆς χρείας οὔσης καὶ πόσοις καὶ ποίοις τῶν ἐνόντων χρηστέον, ἀλλοιοτέρου τινὸς δεῖ ζήλου καὶ παραγγέλματος, εἰ μέλλομεν μὴ βλάπτειν, ἀλλʼ ὠφελεῖν τοὺς ἀναγινώσκοντας.
但是,由于(论点的)需求是不稳定的,且对于可用的论点应当使用多少以及使用何种并不确定,如果我们想要不伤害而是益于读者,就需要某种不同性质的努力和指导原则。
§12.25i.7ἔστι μὲν οὖν ὁ καιρὸς ἐν πᾶσι δυσπαράγγελτος, οὐ μὴν ἀδύνατος εἰς ὑπόνοιαν ἀχθῆναι διὰ τῶν ἐκ τῆς αὐτοπαθείας καὶ τριβῆς θεωρημάτων·
因此,在一切事情上,时机(适宜的判断)确实难以规定,但通过由亲身经历和实践训练中得出的原理(观察),并非不可能引导人们去领悟它。
ἐπὶ δὲ τοῦ παρόντος μάλιστʼ ἂν ὑπονοηθείη τὸ λεγόμενον ἐκ τούτων.
在目前的情况下,所说的话最能从以下的事情中被领会。
§12.25i.8εἰ γὰρ οἱ συγγραφεῖς ὑποδείξαντες τοὺς καιροὺς καὶ τὰς ὁρμὰς καὶ διαθέσεις τῶν βουλευομένων, κἄπειτα τοὺς κατʼ ἀλήθειαν ῥηθέντας λόγους ἐκθέντες διασαφήσαιεν ἡμῖν τὰς αἰτίας, διʼ ἃς ἢ κατευστοχῆσαι συνέβη τοὺς εἰπόντας ἢ διαπεσεῖν, γένοιτʼ ἄν τις ἔννοια τοῦ πράγματος ἀληθινή, καὶ δυναίμεθʼ ἂν ἅμα μὲν διακρίνοντες, ἅμα δὲ μεταφέροντες ἐπὶ τὰ παραπλήσια κατευστοχεῖν ἀεὶ τῶν προκειμένων.
因为如果历史学家指明了审议者们所处的时机、冲动和态度,然后陈述了实际发表的演说,并向我们阐明那些导致发言者要么成功要么失败的原因,那么对事情的某种真实理解就会产生,我们便能在进行判断的同时,将其应用(迁移)于类似的情况,从而在面对眼前的课题时总是能够获得成功(射中目标)。
§12.25i.9ἀλλʼ ἔστιν, οἶμαι, τὸ μὲν αἰτιολογεῖν δυσχερές, τὸ δὲ ῥησικοπεῖν ἐν τοῖς βυβλίοις ῥᾴδιον, καὶ τὸ μὲν ὀλίγα καιρίως εἰπεῖν καὶ τούτου παραγγελίαν εὑρεῖν ὀλίγοις ἐφικτόν, τὸ δὲ πολλὰ διαθέσθαι καὶ ματαίως τῶν ἐν μέσῳ κειμένων καὶ κοινόν.
但是,我认为,阐明原因固然困难,但在书本中空发议论(堆砌辞藻)却是容易的;而且,适时地讲出少数的话并找到其指导原则,只有少数人能够做到,而徒劳地展开许多话,则是任何人都能轻易做到的平庸之事。

词汇与语法注释

  1. 12.25i.1ὅτι δὲ — 句首的 ὅτι 起到引入事实或论点(‘关于……之事’)的作用,承接前文关于历史学家自身经验必要性的讨论。此处它在没有显式主句动词的情况下,用作主题的引入。
  2. 12.25i.2τὴν ἐκ τῶν ὑπομνημάτων πολυπραγμοσύνην — 介词短语 ἐκ τῶν ὑπομνημάτων(来自文献记录)被夹在冠词 τὴν 和名词 πολυπραγμοσύνην(探究、细致调查)之间起修饰作用。这整个名词短语用作不定式 εἶναι 和 ἔχειν 的逻辑主语(宾格)。
  3. 12.25i.5τὸ μὲν ματαίως — 两个相反的动作由带冠词的不定式(tò mén ... diexiénai 和 tò dé ... lambánein)表示。前半部分主语的谓语是‘τελέως ἀνάληθες καὶ μειρακιῶδες καὶ διατριβικόν’,后半部分主语(复指为 τοῦτο)的谓语是‘ἀναγκαῖον’。尽管中间夹有破折号插入语(ἅμα καὶ...),但整体结构依然是经典的‘μὲν ... δέ’对照结构。
  4. 12.25i.8διασαφήσαιεν ἡμῖν — 条件从句使用直陈语气外的希求法(διασαφήσαιεν,前面有分词修饰),主句使用 ἄν + 希求法(γένοιτʼ ἄν, δυναίμεθʼ ἄν)。这构成了表示“潜在(未来的可能性)”的条件句,意为“如果他们能阐明……就会产生……/我们就能……”,表达了一种假设性的可能性。

引用这一段

波利比奥斯, 历史 §12.25i.1-12.25i.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:12.25i.1-12.25i.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。