§12.25k.1ἵνα δὲ καὶ περὶ ταῦτα βεβαιωσώμεθα τὴν ἀπόφασιν τὴν ὑπὲρ Τιμαίου, καθάπερ καὶ τὴν ὑπὲρ τῆς ἀγνοίας, ἔτι δὲ τῆς ἑκουσίου ψευδογραφίας, βραχέα προοισόμεθα τῶν ὁμολογουμένων αὐτοῦ λόγων ἐπʼ ὀνόματος.
为了使我们在这些事情上关于蒂迈欧的断言也得以确立,正如我们关于他的无知以及故意虚构历史的断言一样,我们将具体提及其公认的演说中的简短片段。
§12.25k.2— ὅτι τῶν δεδυναστευκότων ἐν Σικελίᾳ μετὰ Γέλωνα τὸν ἀρχαῖον πραγματικωτάτους ἄνδρας παρειλήφαμεν Ἑρμοκράτην, Τιμολέοντα, Πύρρον τὸν Ἠπειρώτην, οἷς ἥκιστʼ ἂν δέοι περιάπτειν μειρακιώδεις καὶ διατριβικοὺς λόγους.
——即,在古盖隆之后统治西西里的统治者中,我们得知赫莫克拉底、蒂莫莱翁、伊庇鲁斯人皮洛士是最具实干才能的人,对他们来说,归之以幼稚和学堂式的演说是最不合适的。
§12.25k.3ὁ δέ φησιν ἐν τῇ μιᾷ καὶ εἰκοστῇ βύβλῳ, καθʼ ὃν καιρὸν Εὐρυμέδων παραγενόμενος εἰς Σικελίαν παρεκάλει τὰς πόλεις εἰς τὸν κατὰ τῶν Συρακοσίων πόλεμον, τότε τοὺς Γελῴους κάμνοντας τῷ πολέμῳ διαπέμψασθαι πρὸς τοὺς Καμαριναίους ὑπὲρ ἀνοχῶν· §12.25k.4τῶν δὲ προθύμως δεξαμένων, μετὰ ταῦτα πρεσβεύειν ἑκατέρους πρὸς τοὺς ἑαυτῶν συμμάχους καὶ παρακαλεῖν ἄνδρας ἐκπέμψαι πιστούς, οἵτινες εἰσελθόντες εἰς Γέλαν βουλεύσονται περὶ διαλύσεως καὶ τῶν κοινῇ συμφερόντων.
而他在第二十一卷中说,在欧里梅敦抵达西西里并号召各城邦参与对抗叙拉古的战争之时,当时因战争而精疲力竭的盖拉人向卡马里纳人派遣使者商讨停战;在后者欣然接受之后,此后两城邦都向各自的盟国派遣使节,要求派出可靠的人,这些人聚集到盖拉,将就和解及共同利益进行商议。
§12.25k.5παραγενομένων δὲ τῶν συνέδρων, καὶ διαβουλίου προτεθέντος τοιούτοις τισὶ χρώμενον εἰσάγει λόγοις τὸν Ἑρμοκράτην.
当代表们齐聚,共同讨论被提上日程时,他让赫莫克拉底出场,发表了如下一番言论。
§12.25k.6ἐπαινέσας γὰρ ὁ προειρημένος ἀνὴρ τοὺς Γελῴους καὶ τοὺς Καμαριναίους, πρῶτον μὲν ὡς αὐτῶν ποιησάντων τὰς ἀνοχάς, δεύτερον ὅτι τοῦ περὶ διαλύσεως γενέσθαι λόγους αἴτιοι καθεστήκασι, τρίτον ὅτι προνοηθεῖεν τοῦ μὴ βουλεύεσθαι τὰ πλήθη περὶ τῶν διαλύσεων, ἀλλὰ τοὺς προεστῶτας τῶν πολιτῶν τοὺς σαφῶς εἰδότας τίνα διαφορὰν ὁ πόλεμος ἔχει τῆς εἰρήνης, §12.25k.7μετὰ δὲ ταῦτα δύʼ ἢ τρία λαβὼν ἐπιχειρήματα πραγματικά, λοιπόν φησιν αὐτοὺς ἐπιστήσαντας μαθεῖν ἡλίκην ὁ πόλεμος διαφορὰν ἔχει τῆς εἰρήνης, μικρῷ πρότερον εἰρηκὼς ὅτι κατʼ αὐτὸ τοῦτο χάριν ἔχει τοῖς Γελῴοις τὸ μὴ γίνεσθαι τοὺς λόγους ἐν τοῖς πολλοῖς ἀλλʼ ἐν συνεδρίῳ καλῶς γινώσκοντι τὰς τοιαύτας περιπετείας.
因为上述那个人称赞了盖拉人和卡马里纳人,第一是因为他们自己促成了停战,第二是因为他们成为了进行和解谈判的起因,第三是因为他们预先考虑到不让大众就和解进行审议,而是让那些清楚地知道战争与和平有何区别的公民领袖们来进行;但在此之后,他仅采用了两三个务实的论点,余下的部分便说,他们应当集中注意力去学习战争与和平有何等巨大的区别,而他在不久前才刚刚说过,正是为此他感激盖拉人,即这些论说并非在大众中进行,而是在一个十分清楚此类命运无常的委员会中进行。
§12.25k.8ἐξ ὧν ὁ Τίμαιος οὐ μόνον τῆς πραγματικῆς ἂν δόξειεν ἀπολείπεσθαι δυνάμεως, ἀλλὰ καὶ τῶν ἐν ταῖς διατριβαῖς ἐπιχειρήσεων οὐκ ὀλίγον ἐλαττοῦσθαι.
由此,蒂迈欧似乎不仅缺乏处理实际事务的能力,而且相比于学堂里的论证练习也大为逊色。
§12.25k.9πάντες γὰρ δήπουθεν οἴονται δεῖν τὰς ἀποδείξεις φέρειν τῶν ἀγνοουμένων καὶ τῶν ἀπιστουμένων παρὰ τοῖς ἀκροαταῖς, περὶ δὲ τῶν ἤδη γινωσκομένων ματαιότατον εἶναι πάντων καὶ παιδαριωδέστατον τὸ καθευρεσιλογεῖν μενον ἢ τὸ γινωσκόμενον.
因为人人无疑都认为应该对听众所不知道和怀疑的事情提供证明,而对于已经知道的事情,对已知的事物堆砌辞藻则是所有事情中最无用、最幼稚的。
§12.25k.10ὁ δὲ χωρὶς τῆς ὅλης παραπτώσεως τοῦ διατεθεῖσθαι τὸ πλεῖστον μέρος τοῦ λόγου πρὸς τὰ καθάπαξ μὴ προσδεόμενα λόγου καὶ λήμμασι κέχρηται τοιούτοις, §12.25k.11οἷς τὸν μὲν Ἑρμοκράτην τίς ἂν κεχρῆσθαι πιστεύσειε, τὸν συναγωνισάμενον μὲν Λακεδαιμονίοις τὴν ἐν Αἰγὸς ποταμοῖς ναυμαχίαν, αὐτανδρὶ δὲ χειρωσάμενον τὰς Ἀθηναίων δυνάμεις καὶ τοὺς στρατηγοὺς κατὰ Σικελίαν, ἀλλʼ οὐδὲ μει
但他除了将演说的大部分用于完全不需要讨论的事情这一整体错误之外,还使用了这样的论据,谁会相信赫莫克拉底会使用这些论据呢? ——他曾在羊河(埃陀斯波塔缪)海战中与拉刻代蒙人并肩作战,并在西西里全歼了雅典的军队及其将军——甚至连一个年轻人也不……