Humanitext Reader

波利比奥斯 · 历史 §12.25h.1-12.25h.6

蒂迈欧缺乏经验与描摹剥制标本画家的比喻

第 773 段,共 1311 段 · 希腊语

内容简介

文章将缺乏实际经验的蒂迈欧比作根据剥制标本画画的画家加以批评,并强调历史学家在各个领域拥有亲身经历对于历史写作的必要性。

§12.25h.1ὅτι Τίμαιός φησιν ἐν τῇ τριακοστῇ καὶ τετάρτῃ βύβλῳ "3πεντήκοντα συνεχῶς ἔτη διατρίψας Ἀθήνησι ξενιτεύων καὶ πάσης ὁμολογουμένως ἄπειρος [ἐγένετο] πολεμικῆς χρείας, ἔτι δὲ καὶ τῆς τῶν τόπων θέασ"
蒂迈欧在第三十四卷中说,“在雅典作为外邦人连续度过了五十年,并且公认对任何军事行动毫无经验,而且也完全没有对地方进行过实地观察”。
§12.25h.23. λοιπὸν ὅταν εἴς τι τῶν μερῶν τούτων ἐμπέσῃ κατὰ τὴν ἱστορίαν, πολλὰ μὲν ἀγνοεῖ καὶ ψεύδεται· κἄν ποτε δὲ τῆς ἀληθείας ἐπιψαύσῃ, παραπλήσιός ἐστι τοῖς ζωγράφοις τοῖς ἀπὸ τῶν ἀνασεσαγμένων θυλάκων ποιουμένοις τὰς ὑπογραφάς·
3. 因此,每当他在历史叙述中涉及这些领域的任何一部分时,他都一无所知并捏造谎言;即使有时他触及了真相,他也像那些根据填充了的皮袋进行素描的画家一样。
§12.25h.3καὶ γὰρ ἐπʼ ἐκείνων ἡ μὲν ἐκτὸς ἐνίοτε γραμμὴ σῴζεται, τὸ δὲ τῆς ἐμφάσεως καὶ τῆς ἐνεργείας τῶν ἀληθινῶν ζῴων ἄπεστιν, ὅπερ ἴδιον ὑπάρχει τῆς ζωγραφικῆς τέχνης. τὸ δʼ αὐτὸ συμβαίνει καὶ περὶ Τίμαιον καὶ καθόλου τοὺς ἀπὸ ταύτης τῆς βυβλιακῆς ἕξεως ὁρμωμένους·
因为在他们的情况下,虽然有时能保持外在的轮廓,但真正的动物所具有的逼真感和生命力却不复存在,而这正是绘画艺术所独有的。 同样的情况也发生在蒂迈欧身上,并且普遍发生在那些从这种书本习惯出发的人身上。
§12.25h.4ἡ γὰρ ἔμφασις τῶν πραγμάτων αὐτοῖς ἄπεστι διὰ τὸ μόνον ἐκ τῆς αὐτοπαθείας τοῦτο γίνεσθαι τῆς τῶν συγγραφέων· ὅθεν οὐκ ἐντίκτουσιν ἀληθινοὺς ζήλους τοῖς ἀκούουσιν οἱ μὴ διʼ αὐτῶν πεπορευμένοι τῶν πραγμάτων.
因为他们缺乏事物本身的逼真感,因为这只能产生于历史学家的亲身经历;因此,那些没有亲自经历过这些事情的人,无法在听众心中激起真正的热情。
§12.25h.5ᾗ καὶ τοιαύτας ᾤοντο δεῖν ἐν τοῖς ὑπομνήμασιν ὑπάρχειν ἐμφάσεις οἱ πρὸ ἡμῶν ὥσθʼ, ὅτε μὲν ὑπὲρ πολιτικῶν ὁ λόγος εἴη πραγμάτων, ἐπιφθέγγεσθαι διότι κατʼ ἀνάγκην ὁ γράφων πεπολίτευται καὶ πεῖραν ἔσχηκε τῶν ἐν τούτῳ τῷ μέρει συμβαινόντων, ὅτε δὲ περὶ πολεμικῶν, ὅτι πάλιν ἐστράτευκε καὶ κεκινδύνευκε, καὶ μὴν ὅτε περὶ βιωτικῶν, ὅτι τέτραφε τέκνα καὶ μετὰ γυναικὸς ἔζηκε.
因此,我们的前辈认为历史记录中必须存在这样的逼真感,以至于当谈论政治事务时,他们会声明作者必然参与过政治,并对这一领域发生的事情有经验;当谈论军事事务时,声明他再次参军并冒过危险;确实,当谈论日常生活时,声明他养育过孩子并与妻子共同生活过。
τὸ δὲ παραπλήσιον καὶ περὶ τῶν ἄλλων τοῦ βίου μερῶν·
对于生活的其他各个领域,情况也是类似的。
§12.25h.6ὃ παρὰ μόνοις εἰκὸς εὑρίσκεσθαι τῶν συγγραφέων τοῖς διʼ αὐτῶν πεπορευμένοις τῶν πραγμάτων καὶ τοῦτο τὸ μέρος περιπεποιημένοις τῆς ἱστορίας.
这只可能在那些亲自经历过这些事情并掌握了历史这一部分的作者身上找到。
πάντων μὲν οὖν οἷον αὐτουργὸν γενέσθαι καὶ δράστην δυσχερὲς ἴσως, τῶν μέντοι μεγίστων καὶ κοινοτάτων ἀναγκαῖον.
因此,在所有事情上都成为亲自动手和行动的人也许是困难的,但在最重大和最普遍的事情上则是必须的。

词汇与语法注释

  1. §12.25h.1ὅτι — 句首的 ὅτι 没有主句支配,是摘录汇编者用于引入事实或摘要的名词性引导词,意为“(即/关于)……”。
  2. §12.25h.2ἀπὸ τῶν ἀνασεσαγμένων θυλάκων — 意为“根据填充了的皮袋”。指不以活生生的动物为对象,而是根据内部填充了东西的剥制标本画画,比喻批评那些缺乏实地经验、仅靠死板替代物写作的人。
  3. §12.25h.5ὥσθʼ ... ἐπιφθέγγεσθαι — 由 ὥστε 引导的结果不定式从句。用以限定前面的形容词 τοιαύτας,表示“(其逼真程度)达到了要声称……的地步”。
  4. §12.25h.6 — 中性关系代词,其先行词并非单个名词,而是前文所描述的“基于作者亲身经历的逼真感与表明”这一整体概念。

引用这一段

波利比奥斯, 历史 §12.25h.1-12.25h.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:12.25h.1-12.25h.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。