§12.25c.1ἴσως δʼ οὖν ἄν τις ἐναπορήσειε πῶς τοιοῦτος ὢν οἷον ἡμεῖς ὑποδείκνυμεν τοιαύτης παρʼ ἐνίοις ἀποδοχῆς τέτευχε καὶ πίστεως.
也许有人会感到纳闷,像他这样具有我们所指出的那些缺点的人,怎么会在某些人那里获得如此的接受和信任。
§12.25c.2τούτου δʼ ἐστὶν αἴτιον διότι πλεοναζούσης αὐτῷ κατὰ τὴν πραγματείαν τῆς κατὰ τῶν ἄλλων ἐπιτιμήσεως καὶ λοιδορίας οὐκ ἐκ τῆς αὑτοῦ θεωρεῖται πραγματείας οὐδʼ ἐκ τῶν ἰδίων ἀποφάσεων, ἀλλʼ ἐκ τῆς τῶν πέλας κατηγορίας, πρὸς ὃ γένος καὶ πολυπραγμοσύνην δοκεῖ μοι καὶ φύσιν προσενέγκασθαι διαφέρουσαν·
而这其中的原因在于,由于他的著作中充斥着对别人的批评和骂,人们并不是根据他自己的著作或他自己的观点来评价他,而是根据他对旁人的指责来评价他;在我看来,对于这一门类,他似乎投入了异于常人的探究热忱与天分。
§12.25c.3παραπλήσιον γὰρ δή τι τοιοῦτο συμβέβηκε καὶ Στράτωνι τῷ φυσικῷ·
因为非常类似的事情也发生在自然学家斯特拉通身上。
καὶ γὰρ ἐκεῖνος ὅταν ἐγχειρήσῃ τὰς τῶν ἄλλων δόξας διαστέλλεσθαι καὶ ψευδοποιεῖν, θαυμάσιός ἐστιν· ὅταν δʼ ἐξ αὑτοῦ τι προφέρηται καί τι τῶν ἰδίων ἐπινοημάτων ἐξηγῆται, παρὰ πολὺ φαίνεται τοῖς ἐπιστήμοσιν εὐηθέστερος αὑτοῦ καὶ νωθρότερος.
因为那个人在企图剖析和驳斥他人的观点时是令人叹为观止的;但当他由自己提出某种观点并解释他自己的某些发明时,在学者们看来,他显露出的愚蠢和迟钝远远超过了他自己。
§12.25c.4καί μοι δοκεῖ παντάπασιν ὅμοιόν τι γίνεσθαι περὶ τοὺς γράφοντας τῷ περὶ τὸν ὅλον ἡμῶν βίον συμβαίνοντι· §12.25c.5καὶ γὰρ ἐν τούτῳ τὸ μὲν ἐπιτιμῆσαι τοῖς πέλας ἐστὶ ῥᾴδιον, τὸ δʼ αὑτὸν ἀναμάρτητον παρέχεσθαι χαλεπόν, καὶ σχεδὸν ὡς ἔπος εἰπεῖν ἴδοι τις ἂν τοὺς προχειρότατα τοῖς πέλας ἐπιτιμῶντας πλεῖστα περὶ τὸν ἴδιον βίον ἁμαρτάνοντας.
在我看来,发生在著作写作者身上的事情,与在我们整个生活中发生的事情完全相似;因为在这其中,指责旁人是容易的,而让自己保持无懈可击却是困难的,几乎可以说,人们会看到那些最轻易指责旁人的人,在他们自己的生活里犯下的错误最多。