§12.20.1μετὰ δὲ ταῦτά φησι μετωπηδὸν ἄγειν τὴν δύναμιν, ἀπέχοντα τῶν πολεμίων περὶ τετταράκοντα σταδίους.
在此之后,他说,当他距离敌人大约四十斯塔德时,他率领军队以横队前进。
§12.20.2τούτου δὲ μεῖζον ἀλόγημα δυσχερὲς ἐπινοῆσαι·
很难想象比这更大的荒谬了。
ποῦ γὰρ ἂν εὕροι τις τοιούτους τόπους, ἄλλως τε καὶ κατὰ Κιλικίαν, ὥστʼ ἐπὶ σταδίους εἴκοσι μὲν τὸ πλάτος τετταράκοντα δὲ τὸ μῆκος μετωπηδὸν ἄγειν φάλαγγα σαρισοφόρον;
因为,特别是在基利家,人们在哪里能找到这样的地方,以至于能让手持萨里沙长枪的方阵在宽二十斯塔德、长四十斯塔德的范围内以横队前进?
§12.20.3τοσαῦτα γάρ ἐστιν ἐμπόδια πρὸς τὴν τοιαύτην τάξιν καὶ χρείαν, ἅ τις οὐδʼ ἂν ἐξαριθμήσαιτο ῥᾳδίως. ἓν δὲ τῶν ὑπʼ αὐτοῦ Καλλισθένους λεγομένων ἱκανὸν ὑπάρχει πρὸς πίστιν·
因为对于这样的阵型和运用来说,存在着多到让人无法轻易列举的障碍。
§12.20.4τοὺς γὰρ ἀπὸ τῶν ὀρῶν χειμάρρους καταφερομένους τοσαῦτά φησι ποιεῖν ἐκρήγματα κατὰ τὸ πεδίον ὥστε καὶ τῶν Περσῶν κατὰ τὴν φυγὴν διαφθαρῆναι λέγουσι τοὺς πλείστους ἐν τοῖς τοιούτοις κοιλώμασι.
然而,仅凭卡利斯提尼本人所说的一件事,就足以提供确证:因为他说,从山上冲刷下来的急流在平原上造成了如此多的裂口,以至于据说甚至大多数波斯人在逃跑时都死在了这样的洼地里。
§12.20.5νὴ Δίʼ, ἀλλʼ ἕτοιμος ἐβούλετʼ εἶναι πρὸς τὴν τῶν πολεμίων ἐπιφάνειαν.
“没错,指宙斯发誓,他是希望对敌人的出现做好准备。
§12.20.6τί δʼ ἀνετοιμότερον φάλαγγος ἐν μετώπῳ διαλελυμένης καὶ διεσταμένης;
” 但是,有什么比在正面被分割且支离破碎的方阵更没有准备的呢?
πόσῳ γὰρ ἐκ πορευτικῆς ἀγωγῆς ἁρμοζούσης παρατάξαι ῥᾷον ἢ διαλελυμένην ἐν μετώπῳ καὶ διεσπασμένην δύναμιν ἐπὶ τὴν αὐτὴν εὐθεῖαν ἀγαγεῖν καὶ συστῆσαι πρὸς μάχην ἐν τόποις ὑλώδεσι καὶ περικεκλασμένοις;
因为,相比于将一个在正面被分割且分散的兵力拉回到同一条直线上、并在树木茂密且崎岖不平的地带重新组织起来进行战斗,从合适的行军纵队中布置好战斗阵型,要容易多少倍呢?
§12.20.7διόπερ οὐδὲ παρὰ μικρὸν ἦν κρεῖττον ἄγειν διφαλαγγίαν ἢ τετραφαλαγγίαν ἁρμόζουσαν, ᾗ καὶ τόπον πορείας εὑρεῖν οὐκ ἀδύνατον, καὶ τὸ παρατάξαι ταχέως ῥᾴδιόν γε, δυνάμενον διὰ τῶν προδρόμων ἐκ πολλοῦ γινώσκειν τὴν τῶν πολεμίων παρουσίαν.
因此,率领合适的双重方阵或重叠方阵前进要好得多,通过这种方式,不仅寻找行军路线并非不可能,而且迅速展开成战斗阵型也很容易,因为他能够通过前锋斥候提早很久得知敌人的到来。
§12.20.8ὁ δὲ χωρὶς τῶν ἄλλων οὐδὲ τοὺς ἱππεῖς προέθετο, μετωπηδὸν ἄγων τὴν δύναμιν ἐν τόποις ἐπιπέδοις, ἀλλʼ ἐξ ἴσου ποιεῖ τοῖς πεζοῖς.
然而他,且不说其他的错误,甚至在平坦的地形上率领军队以横队前进时,也没有将骑兵部署在前方,而是让他们与步兵平齐。