§12.21.1τὸ δὲ δὴ πάντων μέγιστον· ἤδη γὰρ σύνεγγυς ὄντα τοῖς πολεμίοις αὐτὸν εἰς ὀκτὼ ποιῆσαί φησι τὸ βάθος.
而最荒谬的一点在于:他说当他已经逼近敌人时,他将阵深的厚度设为了八排。
§12.21.2ἐξ οὗ δῆλον ὅτι κατʼ ἀνάγκην ἐπὶ τετταράκοντα σταδίους ἔδει γενέσθαι τὸ μῆκος τῆς φάλαγγος.
由此显而易见,方阵的长度必然得达到四十斯塔德。
§12.21.3εἰ δʼ ὅλως συνήσπισαν κατὰ τὸν ποιητὴν οὕτως ὥστε συνερεῖσαι πρὸς ἀλλήλους, ὅμως εἴκοσι σταδίων ἔδει τὸν τόπον ὑπάρχειν.
即使他们像诗人所说的那样完全紧锁盾牌、以至于互相紧挨着,那地方也应该有二十斯塔德。
§12.21.4αὐτὸς δέ φησι λείπειν τῶν δεκατεττάρων σταδίων
但他自己却说,这段距离还不到十四斯塔德。
§12.21.5καὶ τούτου μέρος μέν τι πρὸς θαλάττῃ τοὺς ἡμίσεας ἐπὶ τοῦ δεξιοῦ· ἔτι δὲ τὴν ὅλην τάξιν ἀπὸ τῶν ὀρῶν ἱκανὸν τόπον ἀφεστάναι πρὸς τὸ μὴ τοῖς πολεμίοις ὑποπεπτωκέναι τοῖς κατέχουσι τὰς παρωρείας.
而且其中一部分,即靠近海边的右翼,部署了半数(骑兵);此外,整个战线与山脉保持了足够的距离,以免暴露在占领山麓的敌人攻击之下。
§12.21.6ἴσμεν γὰρ ὃ ποιεῖ πρὸς τούτους ἐπικάμπιον.
因为我们知道他面对他们时所作的弯曲侧翼。
Ὑπολειπόμεθα καὶ νῦν ἡμεῖς τοὺς μυρίους πεζούς, πλείους ὄντας τῆς ἐκείνου προθέσεως.
现在我们自己也把那一万步兵排除在计算之外,尽管他们超出了他自己的设想。
§12.21.7ὥστʼ ἐκ τούτων ἕνδεκα σταδίους ἐπὶ τὸ πλεῖον ἀπολείπεσθαι τὸ τῆς φάλαγγος μῆκος κατʼ αὐτὸν τὸν Καλλισθένην, ἐν οἷς ἀνάγκη τοὺς τρισμυρίους καὶ δισχιλίους ἐπὶ τριάκοντα τὸ βάθος ὑπάρχειν συνησπικότας.
这样一来,根据卡利斯提尼本人的说法,除去这些之后方阵的长度最多只剩下十一斯塔德,而在这一范围内,三万二千人即使在紧锁盾牌的情况下,其厚度也必然得达到三十排。
§12.21.8ὁ δέ φησιν εἰς ὀκτὼ τεταγμένων γενέσθαι τὴν μάχην.
然而,他却说这场战斗是以排成八排的阵型进行的。
§12.21.9τὰ δὲ τοιαῦτα τῶν ἁμαρτημάτων οὐδʼ ἀπολογίαν ἐπιδέχεται· τὸ γὰρ ἀδύνατον ἐν πράγμασιν αὐτόθεν ἔχει τὴν πίστιν.
这种类型的错误甚至不容任何申辩;因为事实上的不可能,其证明直接源于其自身。
§12.21.10διόπερ ὅταν καὶ τὰ κατʼ ἄνδρα διαστήματα καὶ τὸ πᾶν τοῦ τόπου μέγεθος ὡρισμένον ὑποθῶσι καὶ τὸν ἀριθμὸν τῶν ἀνδρῶν, ἀναπολόγητον γίνεται τὸ ψεῦδος.
因此,当他们设定了每个人之间的间隔、整个场地的面积以及人数时,其虚假便变得无可辩驳。