Humanitext Reader

波利比奥斯 · 历史 §12.17.1-12.17.7

卡利斯提尼对伊苏斯战役地形与布阵的记载

第 757 段,共 1311 段 · 希腊语

内容简介

为了不屈从于伟大历史学家的权威,作者引入了卡利斯提尼关于亚历山大与大流士之间伊苏斯战役的记载。他梳理了卡利斯提尼对战场地形的描述以及大流士军队据此所作的兵力部署。

§12.17.1ἵνα δὲ μὴ δόξωμεν τῶν τηλικούτων ἀνδρῶν καταξιοπιστεῖσθαι, μνησθησόμεθα μιᾶς παρατάξεως, ἣν ἅμα μὲν οἵαν ἐπιφανεστάτην εἶναι συμβέβηκεν, ἅμα δὲ τοῖς καιροῖς οὐ μακρὰν ἀπηρτῆσθαι, τὸ δὲ μέγιστον, παρατετευχέναι τὸν Καλλισθένη.
为了不让我们显得被如此伟大人物的权威所压倒,我们将提及一场战役,它既极其著名,在时间上又相距不远,而且最重要的是,卡利斯提尼参与了其记载。
§12.17.2λέγω δὲ περὶ τῆς ἐν Κιλικίᾳ γενομένης Ἀλεξάνδρῳ πρὸς Δαρεῖον, ἐν ᾗ φησὶ μὲν Ἀλέξανδρον ἤδη διαπεπορεῦσθαι τὰ στενὰ καὶ τὰς λεγομένας ἐν τῇ Κιλικίᾳ Πύλας, Δαρεῖον δὲ χρησάμενον τῇ διὰ τῶν Ἀμανίδων λεγομένων Πυλῶν πορείᾳ κατᾶραι μετὰ τῆς δυνάμεως εἰς Κιλικίαν· §12.17.3πυθόμενον δὲ παρὰ τῶν ἐγχωρίων προάγειν τὸν Ἀλέξανδρον ὡς ἐπὶ Συρίαν, ἀκολουθεῖν, καὶ συνεγγίσαντα τοῖς στενοῖς στρατοπεδεῦσαι παρὰ τὸν Πίναρον ποταμόν.
我指的是在基利家发生的那场亚历山大与大流士之间的战役。 在其中,卡利斯提尼说亚历山大当时已经通过了险隘和基利家所谓的“门”,而大流士则利用了通过所谓阿马努斯门的路途,率军降临到基利家;他从当地人那里得知亚历山大正向叙利亚方向前进,便尾随其后,在逼近险隘时,在皮纳罗斯河畔安营扎寨。
§12.17.4εἶναι δὲ τοῦ μὲν τόπου τὸ διάστημʼ οὐ πλείω τῶν τεττάρων καὶ δέκα σταδίων ἀπὸ θαλάττης ἕως πρὸς τὴν παρώρειαν· §12.17.5διὰ δὲ τούτου φέρεσθαι τὸν προειρημένον ποταμὸν ἐπικάρσιον, ἀπὸ μὲν τῶν ὀρῶν εὐθέως ἐκρήγματα τῶν πλευρῶν, διὰ δὲ τῶν ἐπιπέδων ἕως εἰς θάλατταν ἀποτόμους ἔχοντα καὶ δυσβάτους λόφους.
并且说,该地从海边到山麓的距离不超过十四斯塔德;前述的河流横向穿过该地,从山里流出处其两岸即有裂口,穿过平原直到海边则有着陡峭且难以攀登的丘陵(河岸)。
§12.17.6ταῦτα δʼ ὑποθέμενος, ἐπεὶ συνεγγίζοιεν οἱ περὶ τὸν Ἀλέξανδρον ἐξ ὑποστροφῆς ἐπʼ αὐτοὺς ἀναχωροῦντες, κρῖναί φησι Δαρεῖον καὶ τοὺς ἡγεμόνας τὴν μὲν φάλαγγα τάξαι πᾶσαν ἐν αὐτῇ τῇ στρατοπεδείᾳ, καθάπερ ἐξ ἀρχῆς εἶχε, χρήσασθαι δὲ τῷ ποταμῷ προβλήματι διὰ τὸ παρʼ αὐτὴν ῥεῖν τὴν στρατοπεδείαν.
在作出了这些设想之后,当亚历山大及其部下转身折返并向他们逼近时,他说大流士和他的将军们决定将整个方阵如起初那样布置在营地本身之中,并利用河流作为屏障,因为河流正好流经该营地。
§12.17.7μετὰ δὲ ταῦτά φησι τοὺς μὲν ἱππεῖς τάξαι παρὰ θάλατταν, τοὺς δὲ μισθοφόρους ἑξῆς τούτοις παρʼ αὐτὸν τὸν ποταμόν, ἐχομένους τούτων τοὺς πελταστὰς συνάπτοντας τοῖς ὄρεσι.
在这之后,他说他们把骑兵布置在海边,把雇佣兵紧随其后布置在河边,挨着他们的是轻盾兵,一直连结到山地。

词汇与语法注释

  1. 12.17.1τῶν τηλικούτων ἀνδρῶν καταξιοπιστεῖσθαι — 动词 καταξιοπιστέομαι 可以表示“被他人的信用或权威所压倒”或“贬低他人的信用”。在本语境中,作者在审视卡利斯提尼等伟大历史学家的记载时,使用该词表示“被其权威所压倒”,用以说明自己并不会盲目屈从于他们的名声。
  2. 12.17.1ἣν ἅμα μὲν οἵαν ἐπιφανεστάτην εἶναι συμβέβηκεν — 关系代词 ἣν 以 μιᾶς παρατάξεως 为先行词,并在不定式从句中作主语。短语 οἵαν ἐπιφανεστάτην εἶναι 是关系从句 οἵα ἐπιφανεστάτη ἐστίν(极为著名)被同化进不定式结构中的形式,整句意为“同时它碰巧是极其著名的”。
  3. 12.17.2ἐν ᾗ φησὶ μὲν Ἀλέξανδρον ἤδη διαπεπορεῦσθαι — 间接引语结构。主句动词 φησί(卡利斯提尼说)支配了带对格的不定式从句 Ἀλέξανδρον... διαπεπορεῦσθαι。后续在 §12.17.3 中的 ἀκολουθεῖν, στρατοπεδεῦσαι 以及 §12.17.4 中的 εἶναι 也都是依赖于该 φησί 的间接引语不定式。
  4. 12.17.6ἐπεὶ συνεγγίζοιεν — 从属句 ἐπεὶ συνεγγίζοιεν 中的动词使用祈愿语气(optative),是因为在间接引语中(依赖于代表过去事件的历史现在时 φησί),采用了斜格祈愿语气(oblique optative),其时态相当于未完成过去时。

引用这一段

波利比奥斯, 历史 §12.17.1-12.17.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:12.17.1-12.17.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。