§12.15.1καὶ γὰρ οὐδὲ ταῖς κατʼ Ἀγαθοκλέους ἔγωγε λοιδορίαις, εἰ καὶ πάντων γέγονεν ἀσεβέστατος, εὐδοκῶ.
因为即使阿加托克利斯是所有人中最不敬的人,我也不赞同对他的那些辱骂。
λέγω δʼ ἐν τούτοις, §12.15.2ἐν οἷς ἐπὶ καταστροφῇ τῆς ὅλης ἱστορίας φησὶ γεγονέναι τὸν Ἀγαθοκλέα κατὰ τὴν πρώτην ἡλικίαν κοινὸν πόρνον, ἕτοιμον τοῖς ἀκρατεστάτοις, κολοιόν, τριόρχην, πάντων τῶν βουλομένων τοῖς ὄπισθεν ἔμπροσθεν γεγονότα.
我是在以下这些段落中这样说的:在这些段落中,他(蒂迈欧)在整部历史的结尾处声称,阿加托克利斯在年轻时是一个公共男娼,随时供最不节制的人宣泄,是一只寒鸦,一只鵟,对所有愿意的人来说变成了“以后为前”的人。
§12.15.3πρὸς δὲ τούτοις, ὅτʼ ἀπέθανε, τὴν γυναῖκά φησι κατακλαιομένην αὐτὸν οὕτως θρηνεῖν· "τί δʼ οὐκ ἐγὼ σέ;
此外,他还说,当他去世时,他的妻子痛哭着为他哀悼道:“为什么我不曾对你?
τί δʼ οὐκ ἐμὲ σύ;
为什么你不曾对我?
§12.15.4"ἐν γὰρ τούτοις πάλιν οὐ μόνον ἄν τις ἐπιφθέγξαιτο τὰ καὶ περὶ Δημοχάρους, ἀλλὰ καὶ τὴν ὑπερβολὴν θαυμάσειε τῆς πικρίας.
” 因为在这些段落中,人们不仅会再次说出那些关于德摩卡雷斯也说过的话,而且还会对他刻薄至极感到惊异。
§12.15.5ὅτι γὰρ ἐκ φύσεως ἀνάγκη μεγάλα προτερήματα γεγονέναι περὶ τὸν Ἀγαθοκλέα, τοῦτο δῆλόν ἐστιν ἐξ αὐτῶν ὧν ὁ Τίμαιος ἀποφαίνεται.
因为阿加托克利斯在天性上必然拥有伟大的才干,这从蒂迈欧自己所表明的那些事实中就显而易见。
§12.15.6εἰ γὰρ εἰς τὰς Συρακούσας παρεγενήθη φεύγων τὸν τροχόν, τὸν καπνόν, τὸν πηλόν, περὶ ἔτη τὴν ἡλικίαν ὀκτωκαίδεκα γεγονώς, §12.15.7καὶ μετά τινα χρόνον ὁρμηθεὶς ἀπὸ τοιαύτης ὑποθέσεως κύριος μὲν ἐγενήθη πάσης Σικελίας, μεγίστους δὲ κινδύνους περιέστησε Καρχηδονίοις, τέλος ἐγγηράσας τῇ δυναστείᾳ κατέστρεψε τὸν βίον βασιλεὺς προσαγορευόμενος, §12.15.8ἆρʼ οὐκ ἀνάγκη μέγα τι γεγονέναι χρῆμα καὶ θαυμάσιον τὸν Ἀγαθοκλέα καὶ πολλὰς ἐσχηκέναι ῥοπὰς καὶ δυνάμεις πρὸς τὸν πραγματικὸν τρόπον;
因为如果他大约在十八岁的时候,为了逃避陶轮、烟雾和泥土(的劳作)而来到叙拉古,并在一段时间后,从这样的起点出发,成为了整个西西里的统治者,并使迦太基人陷入极大的危险之中,最后在统治中老去,在被称为国王的情况下结束了生命,那么,阿加托克利斯难道不必然是一个伟大而令人惊叹的人物,并在实际事务方面拥有许多天分和力量吗?
§12.15.9ὑπὲρ ὧν δεῖ τὸν συγγραφέα μὴ μόνον τὰ πρὸς διαβολὴν κυροῦντα καὶ κατηγορίαν ἐξηγεῖσθαι τοῖς ἐπιγινομένοις, ἀλλὰ καὶ τὰ πρὸς ἔπαινον ἥκοντα περὶ τὸν ἄνδρα· τοῦτο γὰρ ἴδιόν ἐστι τῆς ἱστορίας.
对于这些,史家不仅应当向后人阐明那些证实诽谤和指控的事实,也应当阐明关于该人值得赞美的事实;因为这正是历史所固有的职责。
§12.15.10ὁ δʼ ἐπεσκοτημένος ὑπὸ τῆς ἰδίας πικρίας τὰ μὲν ἐλαττώματα δυσμενικῶς καὶ μετʼ αὐξήσεως ἡμῖν ἐξήγγελκε, τὰ δὲ κατορθώματα συλλήβδην παραλέλοιπεν, §12.15.11ἀγνοῶν ὅτι τὸ ψεῦδος οὐχ ἧττόν ἐστι περὶ τοὺς τὰ γεγονότα γράφοντας ἐν ταῖς ἱστορίαις.
但他却被自己的刻薄蒙蔽了双眼,敌对地且夸大其词地向我们报告了其缺点,却完全遗漏了其功绩,他不知道,对于那些在历史中撰写历史事件的人来说,虚假(通过隐瞒事实)并不更少地存在。
§12.15.12ἡμεῖς δὲ τὸ μὲν ἐπιμετρεῖν τῆς ἀπεχθείας αὐτοῦ χάριν ἀφήκαμεν, τὰ δʼ οἰκεῖα τῆς προθέσεως αὑτῶν οὐ παρελείψαμεν. —
而我们为了他(蒂迈欧)的缘故,放弃了进一步增加对其敌意,但也没有遗漏符合我们自身目的的事物。