Humanitext Reader

波利比奥斯 · 历史 §12.11.1-12.11.8

蒂迈欧对文献的严格考订与其谎言被揭露

第 749 段,共 1311 段 · 希腊语

内容简介

作者指出蒂迈欧是对文献记录要求极高的人,以此论证他绝不会漏掉决定性证据并揭露其谎言,同时引用了蒂迈欧本人的历史观。

§12.11.1παρεσιώπησεν;
……会保持沉默吗?
ὁ γὰρ τὰς συγκρίσεις ποιούμενος ἀνέκαθεν τῶν ἐφόρων πρὸς τοὺς βασιλεῖς τοὺς ἐν Λακεδαίμονι καὶ τοὺς ἄρχοντας τοὺς Ἀθήνησι καὶ τὰς ἱερείας τὰς ἐν Ἄργει παραβάλλων πρὸς τοὺς ὀλυμπιονίκας, καὶ τὰς ἁμαρτίας τῶν πόλεων περὶ τὰς ἀναγραφὰς τὰς τούτων ἐξελέγχων, παρὰ τρίμηνον ἐχούσας τὸ διαφέρον, οὗτός ἐστι.
因为正是他,从一开始就把斯巴达的监察官与国王、雅典的执政官以及阿耳戈斯的女祭司与奥林匹亚获胜者进行比较,并指出各城市在记录上的错误,哪怕它们仅有三个月的误差。
§12.11.2καὶ μὴν ὁ τὰς ὀπισθοδόμους στήλας καὶ τὰς ἐν ταῖς φλιαῖς τῶν νεῶν προξενίας ἐξευρηκὼς Τίμαιός ἐστιν.
此外,寻找出神殿后室的碑石以及刻在神殿门柱上的国宾待遇协定的人,也正是蒂迈欧。
§12.11.3ὃν οὔθʼ ὑπάρχον τι τῶν τοιούτων ἀγνοεῖν οὔθʼ εὑρόντα παραλιπεῖν πιστευτέον οὔτε ψευσαμένῳ συγγνώμην δοτέον οὐδαμῶς· §12.11.4πικρὸς γὰρ γεγονὼς καὶ ἀπαραίτητος ἐπιτιμητὴς τῶν πέλας εἰκότως ἂν καὶ ὑπὸ τῶν πλησίον αὐτὸς ἀπαραιτήτου τυγχάνοι κατηγορίας.
因此,既不能相信他在这些证据存在时会一无所知,也不能相信他在发现后会予以忽略,更不能对撒谎的他给予任何宽恕;因为他既然对旁人是一个刻薄且不留情面的指责者,他自己自然也该受到旁人无情的指责。
οὐ μὴν ἀλλὰ προφανῶς ἐν τούτοις ἐψευσμένος, §12.11.5μεταβὰς ἐπὶ τοὺς ἐν Ἰταλίᾳ Λοκροὺς πρῶτον μέν φησι τήν τε πολιτείαν καὶ τὰ λοιπὰ φιλάνθρωπα τοῖς Λοκροῖς ἀμφοτέροις Ἀριστοτέλη καὶ Θεόφραστον κατεψεῦσθαι τῆς πόλεως.
无论如何,他在这些事情上显然撒了谎,在转而谈到意大利的洛克里人时,他首先声称,亚里士多德和泰奥弗拉斯托斯就该城市的国制以及对两部分洛克里人的其他仁慈制度撒了谎。
§12.11.6ἐγὼ δʼ οὐκ ἀγνοῶ μὲν ὅτι καὶ ταύτῃ τῆς πραγματείας ἀναγκασθήσομαι παρεκβαίνειν, διοριζόμενος καὶ διαβεβαιούμενος περὶ τούτων· §12.11.7οὐ μὴν ἀλλὰ διὰ ταύτην τὴν αἰτίαν εἰς ἕνα τόπον ὑπερεθέμην τὸν περὶ Τιμαίου λόγον, ἵνα μὴ πολλάκις ἀναγκάζωμαι τοῦ καθήκοντος ὀλιγωρεῖν. —
我自己并非不知道,在我的著作的这一部分,为了对此进行界定和确认,我也将被迫进行离题叙述;然而,正是由于这个原因,我把关于蒂迈欧的论述推迟并集中在同一个地方,以免我经常被迫忽视自己的本职任务。
§12.11.8ὅτι Τίμαιός φησι μέγιστον ἁμάρτημα περὶ τὴν ἱστορίαν εἶναι τὸ ψεῦδος· διὸ καὶ παραινεῖ τούτοις, οὓς ἂν ἐξελέγξῃ διεψευσμένους ἐν τοῖς συγγράμμασιν, ἕτερόν τι ζητεῖν ὄνομα τοῖς βυβλίοις, πάντα δὲ μᾶλλον ἢ καλεῖν ἱστορίαν. —
因为蒂迈欧声称,历史中最大的错误就是虚假;因此他也奉劝那些被他揭露在著作中撒了谎的人,给他们的书寻找其他名字,称为什么都好,就是不要称之为历史。

词汇与语法注释

  1. §12.11.1παρεσιώπησεν; — 此动词作为前一节(§12.10.9)中条件从句“ἦ πού γʼ ἂν οὗτος... ἐπιλαβόμενος...”(这样的人如果掌握了……想必更会……)的归结从句动词。它构成了一个反问句,意为“难道他会保持沉默吗?(当然不会)”。
  2. §12.11.1ὁ γὰρ τὰς συγκρίσεις ποιούμενος — 该句的主语非常长,由名词化分词“ὁ ποιούμενος”(进行比较的人)以及与之并列的分词短语“παραβάλλων”(对照)和“ἐξελέγχων”(揭露)构成。整句的语法骨架是这一系列主语最终由句末的“οὗτός ἐστιν”(这正是他)来承接。
  3. §12.11.5κατεψεῦσθαι — 动词“καταψεύδομαι”(撒谎、诬告)的不定式,用于由“φησί”引导的间接引语中。宾格的“Ἀριστοτέλη καὶ Θεόφραστον”作不定式的逻辑主语,而属格的“τῆς πόλεως”则是该动词的支配对象(关于该城市)。

引用这一段

波利比奥斯, 历史 §12.11.1-12.11.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:12.11.1-12.11.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。