§12.12a.1ἐπὶ τῶν ἀθετούντων τὰς ὁμολογίας προφερόμεθα ταύτην τὴν παροιμίαν "Λοκροὶ τὰς συνθήκας.
对于那些无视协定的人,我们引用这句谚语:“洛克里斯人的协定”。
"τοῦτο δέ τις ἐξεύρηκεν ὅτι καὶ παρὰ τοῖς συγγραφεῦσι καὶ παρὰ τοῖς ἄλλοις ἀνθρώποις ὁμολογούμενόν ἐστι, §12.12a.2διότι κατὰ τὴν τῶν Ἡρακλειδῶν ἔφοδον συνθεμένων τῶν Λοκρῶν τοῖς Πελοποννησίοις πολεμίους πυρσοὺς αἴρειν, ἐὰν συμβῇ τοὺς Ἡρακλείδας μὴ κατὰ τὸν Ἰσθμόν, ἀλλὰ κατὰ τὸ Ῥίον ποιεῖσθαι τὴν διάβασιν, χάριν τοῦ προαισθομένους φυλάξασθαι τὴν ἔφοδον αὐτῶν, §12.12a.3οὐ ποιησάντων δὲ τῶν Λοκρῶν, πᾶν δὲ τοὐναντίον φιλίους ἀράντων πυρσούς, ὅτε παρῆσαν, τοὺς μὲν Ἡρακλείδας συνέβη μετʼ ἀσφαλείας χρῆσθαι τῇ διαβάσει, τοὺς δὲ Πελοποννησίους κατολιγωρήσαντας λαθεῖν παραδεξαμένους εἰς τὴν οἰκείαν τοὺς ὑπεναντίους παρασπονδηθέντας ὑπὸ τῶν Λοκρῶν.
有人查明,这件事在历史学家和其他人之中都是公认的,即在赫拉克勒斯后裔入侵期间,洛克里斯人曾与伯罗奔尼撒人约定,如果赫拉克勒斯后裔不通过地峡而是通过里翁渡海,他们就会升起敌袭的烽火,以便伯罗奔尼撒人提前察觉并防范他们的入侵,然而,洛克里斯人并未这样做,反而完全相反,在他们到来时升起了友好的烽火,结果赫拉克勒斯后裔得以安全渡海,而伯罗奔尼撒人因疏忽大意,在被洛克里斯人背叛的情况下,竟不知不觉地将敌人引入了自己的国土。