§11.29.1οὐδένα.
“一个也没有。
καὶ μὴν οὐδὲ τοῖς ὑποκειμένοις ἀσχάλλοντες· πότε γὰρ εὔροια πραγμάτων μείζων;
而且,你们也并非对眼前的境遇感到不满;因为什么时候时局比现在更顺遂?
πότε δὲ πλείω προτερήματα γέγονε τῇ Ῥώμῃ;
什么时候罗马获得了更多的胜利?
πότε δὲ τοῖς στρατευομένοις μείζους ἐλπίδες ἢ νῦν;
什么时候服役的士兵们比现在抱有更大的希望?
§11.29.2ἀλλʼ ἴσως ἐρεῖ τις τῶν ἀπηλπικότων ὅτι πλείω τὰ λυσιτελῆ τὰ παρὰ τοῖς ἐχθροῖς προυφαίνετο καὶ μείζους ἐλπίδες καὶ βεβαιότεραι·
但也许那些绝望者中的某人会说,在敌人那一侧展现出了更多的利益,以及更大、更可靠的希望。
παρὰ τίσι δὴ τούτοις;
究竟是在哪些人那里呢?
§11.29.3ἢ παρʼ Ἀνδοβάλῃ καὶ Μανδονίῳ;
是在安多巴莱斯和曼多尼乌斯那里吗?
καὶ τίς ὑμῶν οὐκ οἶδε διότι πρότερον μὲν οὗτοι παρασπονδήσαντες Καρχηδονίους πρὸς ἡμᾶς ἀπέστησαν, νῦν δὲ πάλιν ἀθετήσαντες τοὺς ὅρκους καὶ τὴν πίστιν ἐχθροὺς ἡμῖν σφᾶς αὐτοὺς ἀναδεδείχασι;
你们中又有谁不知道,这些人先前背弃了与迦太基人的条约而投奔我们,如今又再次背弃誓言和信义,公然与我们为敌?
§11.29.4καλόν γε τούτοις πιστεύσαντας πολεμίους γενέσθαι τῆς ἑαυτῶν πατρίδος.
信任这些人并成为自己祖国的敌人,这可真实太高尚了!
§11.29.5οὐ μὴν οὐδʼ ἐν αὑτοῖς εἴχετε τὰς ἐλπίδας ὡς κρατήσοντες τῆς Ἰβηρίας· οὐδὲ γὰρ μετʼ Ἀνδοβάλου ταχθέντες ἱκανοὶ πρὸς ἡμᾶς ἦτε διακινδυνεύειν, μή τι καὶ καθʼ ἑαυτοὺς ταττόμενοι.
然而,你们甚至对自己也未曾抱有能够征服伊比利亚的希望;因为即使与安多巴莱斯并肩作战,你们也无法抵挡我们,更不用说你们自己孤军奋战了。
§11.29.6τί οὖν ἦν ᾧ προσείχετε;
那么,你们所寄望的究竟是什么?
πυθέσθαι γὰρ ἂν βουλοίμην ὑμῶν.
我倒想从你们那里得知。
εἰ μὴ νὴ Δία ταῖς ἐμπειρίαις τῶν νῦν προχειρισθέντων ἡγεμόνων καὶ ταῖς ἀρεταῖς πιστεύοντες ἢ καὶ ταῖς ῥάβδοις καὶ τοῖς πελέκεσι τοῖς προηγουμένοις αὐτῶν· ὑπὲρ ὧν οὐδὲ λέγειν πλείω καλόν.
除非,誓以朱庇特之名,你们信任的是如今被推举出来的那些头领们的经验和才能,或者是走在他们前面的法西斯(束棒与斧头)——关于他们,多说也是无益。
§11.29.7ἀλλʼ οὐκ ἔστι τούτων, ὦ ἄνδρες, οὐδέν· οὐδʼ ἂν ἔχοιθʼ ὑμεῖς δίκαιον οὐδὲ τοὐλάχιστον εἰπεῖν οὔτε πρὸς ἡμᾶς οὔτε πρὸς τὴν πατρίδα.
但是,诸位,这些没有一个是真的;无论是对我们还是对祖国,你们连最微小的正当理由也说不出来。
§11.29.8διόπερ ἐγὼ περὶ ὑμῶν πρός τε τὴν Ῥώμην καὶ πρὸς αὑτὸν ἀπολογήσομαι, τὰ παρὰ πᾶσιν ἀνθρώποις ὁμολογούμενα δίκαια προθέμενος.
因此,我将代替你们向罗马以及我自己进行申辩,提出在所有人之间都得到公认的道理。
§11.29.9ταῦτα δʼ ἐστὶ διότι πᾶς ὄχλος εὐπαραλόγιστος ὑπάρχει καὶ πρὸς πᾶν εὐάγωγος.
那就是:任何群众都是容易被蒙蔽的,也是容易被引向任何方向的。
ὅθεν αἰεὶ τὸ παραπλήσιον πάθος συμβαίνει περί τε τοὺς ὄχλους καὶ τὴν θάλατταν.
因此,在群众和海洋之间,总是会发生极其相似的状况。
§11.29.10καθάπερ γὰρ κἀκείνης ἡ μὲν ἰδία φύσις ἐστὶν ἀβλαβὴς τοῖς χρωμένοις καὶ στάσιμος, ὅταν δʼ εἰς αὐτὴν ἐμπέσῃ τὰ πνεύματα βίᾳ, τοιαύτη φαίνεται τοῖς χρωμένοις οἷοί τινες ἂν ὦσιν οἱ κυκλοῦντες αὐτὴν ἄνεμοι, §11.29.11τὸν αὐτὸν τρόπον καὶ τὸ πλῆθος ἀεὶ καὶ φαίνεται καὶ γίνεται πρὸς τοὺς χρωμένους οἵους ἂν ἔχῃ προστάτας καὶ συμβούλους.
因为正如海洋自身的本性对于航行其上的人来说是无害且平静的,但当风暴猛烈袭来时,它在航行者面前呈现出的面貌,完全取决于搅动它的风是什么样子的;同样,群众对于对待他们的人来说,其表现和转变,也总是取决于他们拥有什么样的领导者和顾问。
§11.29.12διὸ κἀγὼ νῦν καὶ πάντες οἱ προεστῶτες τοῦ στρατοπέδου πρὸς μὲν ὑμᾶς διαλυόμεθα καὶ πίστιν δίδομεν ἐφʼ ᾧ μὴ μνησικακήσειν.
因此,我现在和军营里的所有将领都与你们达成和解,并以互不记恨为条件向你们保证。
§11.29.13πρὸς δὲ τοὺς αἰτίους ἀκαταλλάκτως διακείμεθα, κολάζειν αὐτοὺς ἀξίως καὶ τῶν εἰς τὴν πατρίδα καὶ τῶν εἰς ἡμᾶς ἡμαρτημένων.
但对于那些主谋者,我们决不妥协,必将针对他们对祖国及对我们所犯下的罪行给予应有的惩罚。
"
”