§11.28.1οὐ μὴν ἀλλʼ οὕτω πως ἤρξατο τῶν λόγων.
然而,他还是以类似这样的话开始了他的演说。
ἔφη γὰρ θαυμάζειν τίνι δυσαρεστήσαντες ἢ ποίαις ἐλπίσιν ἐπαρθέντες ἐπεβάλοντο ποιεῖσθαι τὴν ἀπόστασιν.
因为他说,他感到奇怪,他们究竟是对什么不满,或者是被什么样的希望所鼓舞,竟然着手进行这次叛乱。
§11.28.2τρεῖς γὰρ αἰτίας εἶναι, διʼ ἃς τολμῶσι στασιάζειν ἄνθρωποι πρὸς πατρίδα καὶ τοὺς ἡγουμένους, ὅταν τοῖς προεστῶσι μέμφωνταί τι καὶ δυσχεραίνωσιν, ἢ τοῖς ὑποκειμένοις πράγμασι δυσαρεστῶσιν, ἢ καὶ νὴ Δία μειζόνων ὀρεχθῶσι καὶ καλλιόνων ἐλπίδων.
因为人们之所以敢于反叛祖国和他们的领袖,有三个原因:当他们对当政者有所指责和不满时,或者对眼前的境遇感到不满时,又或者,誓以朱庇特之名,当他们渴望更大、更美好的希望时。
§11.28.3"ἐρωτῶ δὲ τί τούτων ὑμῖν ὑπῆρξεν;
“那么我问,这些原因中哪一个适用于你们?
ἐμοὶ δῆλον ὅτι δυσηρεστήσασθε, διότι τὰς σιταρχίας ὑμῖν οὐκ ἀπεδίδουν·
在我看来,很明显,你们是因为我没有发给你们军饷而感到不满。
§11.28.4ἀλλὰ τοῦτʼ ἐμὸν μὲν οὐκ ἦν ἔγκλημα· κατὰ γὰρ τὴν ἐμὴν ἀρχὴν οὐδὲν ὑμῖν ἐνέλειπε τῶν ὀψωνίων·
但这并不是对我的指责;因为在我的任期内,你们的津贴没有丝毫无缺。
§11.28.5εἰ δʼ ἄρʼ ἦν ἐκ τῆς Ῥώμης, διότι τὰ πάλαι προσοφειλόμενα νῦν οὐ διωρθοῦτο — §11.28.6πότερον οὖν ἐχρῆν ἀποστάτας γενομένους τῆς πατρίδος καὶ πολεμίους τῆς θρεψάσης οὕτως ἐγκαλεῖν ἢ παρόντας λέγειν μὲν περὶ τούτων πρὸς ἐμέ, παρακαλεῖν δὲ τοὺς φίλους συνεπιλαβέσθαι καὶ βοηθεῖν ὑμῖν;
但如果原因确实是在罗马,因为久已拖欠的款项现在未能兑现—— 那么,难道应该通过成为祖国的叛徒和养育你们之国度的敌人来如此申诉,还是应该留在原地,向我说明这些事情,并恳请朋友们共同协助和帮助你们?
§11.28.7δοκῶ γάρ, ἦν τοῦτο βέλτιον.
因为我认为,后者要好得多。
τοῖς μὲν γὰρ μισθοῦ παρά τισι στρατευομένοις ἔστιν ὅτε συγγνώμην δοτέον ἀφισταμένοις τῶν μισθοδοτῶν, τοῖς δʼ ὑπὲρ ἑαυτῶν πολεμοῦσι καὶ γυναικῶν ἰδίων καὶ τέκνων οὐδαμῶς συγχωρητέον·
因为对于那些在某些雇主下为军饷而服役的人,当他们背叛雇主时,有时尚可宽恕;但对于那些为自己、为自己的妻子和儿女而战的人,绝不可姑息。
§11.28.8ἔστι γὰρ παραπλήσιον ὡς ἂν εἴ τις ὑπὸ γονέως ἰδίου φάσκων εἰς ἀργυρίου λόγον ἀδικεῖσθαι παρείη μετὰ τῶν ὅπλων, ἀποκτενῶν τοῦτον παρʼ οὗ τὸ ζῆν αὐτὸς ἔλαβε.
因为这就像是有人声称自己在金钱问题上受到了自己亲生父母的不公对待,便带着武器前来,要杀死那个赋予他生命的人。
§11.28.9νὴ Δίʼ ἀλλʼ ἐγὼ τὰς μὲν κακοπαθείας ὑμῖν καὶ τοὺς κινδύνους πλείους ἢ τοῖς ἄλλοις ἐπέταττον, τὰ δὲ λυσιτελῆ καὶ τὰς ὠφελείας ἑτέροις μᾶλλον ἐμέριζον·
誓以朱庇特之名,难道是我派给你们的劳苦和危险比别人多,而把利益和恩惠更多地分给了别人吗?
§11.28.10ἀλλʼ οὔτε τολμᾶτε τοῦτο λέγειν οὔτε τολμήσαντες δύναισθʼ ἂν ἀποδεῖξαι.
但你们既不敢这么说,即使敢说,你们也无法证明。
§11.28.11τί οὖν ἐστιν, ἐφʼ ᾧ δυσαρεστούμενοι κατὰ τὸ παρὸν ἡμῖν τὰς ἀποστάσεις ἐποιήσασθε;
那么,究竟是什么原因,让你们目前对我们不满而发动了叛乱?
τοῦτʼ ἤδη βούλομαι πυθέσθαι· δοκῶ μὲν γὰρ οὐδὲν οὔτʼ ἐρεῖν οὔτʼ ἐπινοήσειν ὑμῶν
我现在就想知道这一点;因为我认为,你们连一个借口也说不出来,也想不出来……”