Humanitext Reader

波利比奥斯 · 历史 §11.30.1-11.30.5

首领的公开处决与全军重新宣誓效忠

第 728 段,共 1311 段 · 希腊语

内容简介

描述了普布里乌斯在群众面前处决了暴动的首领,并通过让其余士兵宣誓效忠,彻底恢复了军队秩序。

§11.30.1ἀκμὴν δὲ ταῦτʼ ἔλεγε καὶ κύκλῳ μὲν οἱ στρατιῶται περιεστῶτες ἐν τοῖς ὅπλοις ἀπὸ παραγγέλματος συνεψόφησαν ταῖς μαχαίραις τοὺς θυρεούς, ἅμα δὲ τούτοις δεδεμένοι γυμνοὶ οἱ τῆς στάσεως αἴτιοι γεγονότες εἰσήγοντο.
他刚一说完这些话,周围全副武装侍立的士兵们就在信号下用剑击打盾牌,发出巨响;与此同时,暴动的起因者们被绑着且赤身裸体地押解进来。
§11.30.2τῷ δὲ πλήθει τοιοῦτον παρέστη δέος ὑπό τε τοῦ πέριξ φόβου καὶ τῶν κατὰ πρόσωπον δεινῶν, ὥστε τῶν μὲν μαστιγουμένων, τῶν δὲ πελεκιζομένων μήτε τὴν ὄψιν ἀλλοιῶσαι μήτε φωνὴν προέσθαι μηδένα, μένειν δὲ πάντας ἀχανεῖς, ἐκπεπληγμένους πρὸς τὸ συμβαῖνον.
群众心中产生了由周围的恐吓和眼前的惨状所带来的极度恐惧,以至于当其中一些人被鞭笞、另一些人被斩首时,没有一个人改变脸色或发出声音,而是所有人都目瞪口呆,对所发生的一切感到震惊。
§11.30.3οἱ μὲν οὖν ἀρχηγοὶ τῶν κακῶν αἰκισθέντες εἵλκοντο διὰ μέσων, ἀπηλλαγμένοι τοῦ ζῆν· οἱ δὲ λοιποὶ παρὰ μὲν τοῦ στρατηγοῦ καὶ τῶν ἄλλων ἀρχόντων
于是,这些作恶的首脑在遭受酷刑后,被剥夺了生命,在人群中被拖走;而其余的人则从将军和其他将领那里,共同获得了互不记恨的保证。
§11.30.4κατὰ κοινὸν ἔλαβον τὰς πίστεις ἐφʼ ᾧ μηδένα μηδενὶ μνησικακήσειν, αὐτοὶ δὲ καθʼ ἕνα προϊόντες ὤμνυον τοῖς χιλιάρχοις ἦ μὴν πειθαρχήσειν τοῖς παραγγελλομένοις ὑπὸ τῶν ἀρχόντων καὶ μηδὲν ὑπεναντίον φρονήσειν τῇ Ῥώμῃ.
他们自己则依次走上前去,向千夫长起誓:他们必定服从将领们的命令,绝不产生任何背叛罗马的念头。
Πόπλιος μὲν οὖν, §11.30.5μεγάλων κινδύνων ἀρχὴν φυομένων καλῶς διορθωσάμενος, πάλιν ἀποκατέστησε τὰς οἰκείας δυνάμεις εἰς τὴν ἐξ ἀρχῆς διάθεσιν. —
因此,普布里乌斯在成功平息了正在滋生的巨大危险的萌芽后,再次将自己的军队恢复到了最初的状态。

词汇与语法注释

  1. §11.30.1ἀκμὴν δὲ ταῦτʼ ἔλεγε καὶ — 用作副词的宾格形式 ἀκμήν(正当、刚刚)与并列连词 καί 相呼应,构成“他刚说出这些话,就……”的句式,表示动作在时间上的紧密相连。
  2. §11.30.2τῶν μὲν μαστιγουμένων, τῶν δὲ πελεκιζομένων — 属格独立结构,嵌入在表示结果的 ὥστε 从句中,提供了背景情况(被惩罚者的被动动作),其主语与不定式的主语(μηδένα, πάντας)不同。
  3. §11.30.2μήτε τὴν ὄψιν ἀλλοιῶσαι μήτε φωνὴν προέσθαι μηδένα — 由 ὥστε 引导的不定式从句。不定式 ἀλλοιῶσαι 和 προέσθαι 的逻辑主语是放在句末的否定代词宾格 μηδένα。
  4. §11.30.4ἐφʼ ᾧ μηδένα μηδενὶ μνησικακήσειν — 介词短语 ἐφʼ ᾧ(相当于 ἐπὶ τούτῳ ὥστε,“条件是……”)后接将来时不定式 μνησικακήσειν,表示协议或誓约的条件。双重否定词 μηδένα μηδενὶ 表达了强烈的全盘否定(“任何人对任何人都绝不……”)。
  5. §11.30.5μεγάλων κινδύνων ἀρχὴν φυομένων — 句中的 μεγάλων κινδύνων φυομένων 是属格独立结构(“在巨大的危险滋生之际”),而夹在其中的宾格名词 ἀρχήν(“开端/萌芽”)则是分词 διορθωσάμενος(“平息/纠正”)的直接宾语。

引用这一段

波利比奥斯, 历史 §11.30.1-11.30.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:11.30.1-11.30.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。