§11.1.1ἀλλὰ πολὺ ῥᾳδιεστέραν καὶ συντομωτέραν συνέβη γενέσθαι τὴν Ἀσδρούβου παρουσίαν εἰς Ἰταλίαν.
然而,哈斯德鲁巴抵达意大利的过程要容易且迅速得多。
—
διόπερ ὡς οὐδέποτε μᾶλλον ὀρθὴ καὶ περίφοβος ἡ τῶν Ῥωμαίων πόλις ἐγεγόνει, καραδοκοῦσα τὸ συμβησόμενον.
因此,罗马城从未像现在这样紧张和恐惧,焦急地等待着将要发生的事情。
—
Ἀσδρούβᾳ δὲ τούτων μὲν ἤρεσκεν οὐδέν, §11.1.2τῶν δὲ πραγμάτων οὐκέτι διδόντων ἀναστροφὴν διὰ τὸ θεωρεῖν τοὺς πολεμίους ἐκτεταγμένους καὶ προσάγοντας, ἠναγκάζετο παρατάττειν τοὺς Ἴβηρας καὶ τοὺς μετʼ αὐτοῦ γεγονότας Γαλάτας.
对哈斯德鲁巴而言,这些情况没有一样是令他满意的,但由于看到敌人已经排好阵势并向前推进,形势已不容许任何拖延,他被迫将伊比利亚人和与他在一起的高卢人列阵。
§11.1.3προθέμενος δὲ τὰ θηρία τὸν ἀριθμὸν ὄντα δέκα, καὶ τὸ βάθος αὐξήσας τῶν τάξεων, καὶ ποιήσας ἐν βραχεῖ χώρῳ τὴν ὅλην δύναμιν, πρὸς δὲ τούτοις μέσον αὑτὸν θεὶς τῆς παρατάξεως κατὰ τὴν τῶν θηρίων προστασίαν, ἐποιεῖτο τὴν ἔφοδον ἐπὶ τὰ λαιὰ τῶν πολεμίων, προδιειληφὼς ὅτι δεῖ κατὰ τὸν παρόντα κίνδυνον νικᾶν ἢ θνήσκειν.
他将数量为十头的大象部署在最前方,增加了阵列的深度,并在狭窄的空间内集结了全部兵力,此外,在战象的保护下,将自己置于阵列的中央,向敌人的左翼发起进攻,因为他早已预料到,在眼前的危险中,他要么胜利,要么战死。
§11.1.4ὁ μὲν οὖν Λίβιος ἀντεπῄει τοῖς πολεμίοις σοβαρῶς καὶ συμβαλὼν ταῖς αὑτοῦ δυνάμεσιν ἐμάχετο γενναίως·
于是利维乌斯英勇地前去迎敌,并率领自己的军队与之交战,奋勇杀敌。
§11.1.5ὁ δὲ Κλαύδιος ἐπὶ τοῦ δεξιοῦ κέρατος τεταγμένος προάγειν μὲν εἰς τοὔμπροσθεν καὶ περικερᾶν τοὺς ὑπεναντίους οὐκ ἐδύνατο διὰ τὰς προκειμένας δυσχωρίας, αἷς πεπιστευκὼς Ἀσδρούβας ἐποιήσατο τὴν ἐπὶ τὰ λαιὰ τῶν πολεμίων ἔφοδον.
但部署在右翼的克劳狄,由于眼前的险恶地形而无法向前推进并包围敌人,而哈斯德鲁巴正是信赖这一地形,才向敌人的左翼发起了进攻。
§11.1.6ἀπόρως δὲ διακείμενος ἐπὶ τῷ μηδὲν πράττειν, ὑπʼ αὐτοῦ τοῦ συμβαίνοντος ἔμαθεν ὃ δέον ἦν πράττειν.
克劳狄因无所作为而深感焦虑,但他从发生的实际情况中,领悟到了自己应该做的事情。
§11.1.7διὸ καὶ παραδεξάμενος ἀπὸ τῶν δεξιῶν τοὺς αὑτοῦ στρατιώτας κατὰ τὸν ὄπισθεν τόπον τῆς μάχης, καὶ τὸ λαιὸν ὑπεράρας τῆς ἰδίας παρεμβολῆς, προσέβαλε κατὰ κέρας τοῖς Καρχηδονίοις ἐπὶ τὰ θηρία.
因此,他将自己的士兵从右翼撤到战场的后方,绕过己方营地的左翼,在战象所在的位置,从侧翼袭击了迦太基人。
§11.1.8καὶ μέχρι μὲν [οὖν] τούτων ἀμφίδοξος ἦν ἡ νίκη.
直到此时,胜负依然难以预料。
οἵ τε γὰρ ἄνδρες ἐφαμίλλως ἐκινδύνευον ἀμφότεροι διὰ τὸ μήτε τοῖς Ῥωμαίοις ἐλπίδα καταλείπεσθαι σωτηρίας, εἰ σφαλεῖεν, μήτε τοῖς Ἴβηρσι καὶ Καρχηδονίοις· τά τε θηρία κοινὴν ἀμφοῖν παρείχοντο τὴν χρείαν ἐν τῇ μάχῃ·
因为双方士兵都在同等地拼命,因为一旦失败,罗马人固然没有生还的希望,伊比利亚人和迦太基人也同样没有;而战象在战斗中也给双方带来了共同的灾难。
§11.1.9μέσα γὰρ ἀπειλημμένα καὶ συνακοντιζόμενα διετάραττε καὶ τὰς τῶν Ῥωμαίων καὶ τὰς τῶν Ἰβήρων τάξεις.
因为战象被夹在中间,遭到来自四面八方的投枪袭击,扰乱了罗马人和伊比利亚人双方的阵列。
§11.1.10ἅμα δὲ τῷ τοὺς περὶ τὸν Κλαύδιον προσπεσεῖν κατʼ οὐρὰν τοῖς πολεμίοις ἄνισος ἦν ἡ μάχη, τῶν μὲν κατὰ πρόσωπον, τῶν δὲ κατὰ νώτου τοῖς Ἴβηρσι προσκειμένων.
然而,随着克劳狄的部队从后方袭击敌人,战斗变得不再均等,因为有人从正面、有人从后方夹击伊比利亚人。
§11.1.11ἐξ οὗ καὶ συνέβη τοὺς πλείστους τῶν Ἰβήρων ἐν αὐτῷ τῷ τῆς μάχης καιρῷ κατακοπῆναι.
其结果是,大多数伊比利亚人在战斗的这一刻被斩杀。
§11.1.12τῶν δὲ θηρίων τὰ μὲν ἓξ ἅμα τοῖς ἀνδράσιν ἔπεσε, τὰ δὲ τέτταρα διωσάμενα τὰς τάξεις ὕστερον ἑάλω μεμονωμένα καὶ ψιλὰ τῶν Ἰνδῶν.
在战象中,有六头与士兵们一同倒下,其余四头在冲破阵列后,因失去了印度驯象人而落单,随后被生擒。