Humanitext Reader

波利比奥斯 · 历史 §11.1a.1-11.1a.5

以各奥林匹亚期概述替代传统目次的理由

第 696 段,共 1311 段 · 希腊语

内容简介

作者解释了为什么他没有采用传统的章节目次,而是为每个奥林匹亚期引入了前置概述,并强调了这种形式与叙事交织、不易遗失的优势。

§11.1a.1ἴσως δέ τινες ἐπιζητοῦσι πῶς ἡμεῖς οὐ προγραφὰς ἐν ταύτῃ τῇ βίβλῳ, καθάπερ οἱ πρὸ ἡμῶν, ἀλλὰ καὶ προεκθέσεις καθʼ ἑκάστην ὀλυμπιάδα πεποιήκαμεν τῶν πράξεων.
也许有些人会追问,为什么我们在本卷中,没有像我们的前人那样制作章节目次,而是为每个奥林匹亚期制作了事件的前置概述。
§11.1a.2ἐγὼ δὲ κρίνω χρήσιμον μὲν εἶναι καὶ τὸ τῶν προγραφῶν γένος· καὶ γὰρ εἰς ἐπίστασιν ἄγει τοὺς ἀναγινώσκειν θέλοντας καὶ συνεκκαλεῖται καὶ παρορμᾷ πρὸς τὴν ἀνάγνωσιν τοὺς ἐντυγχάνοντας, πρὸς δὲ τούτοις πᾶν τὸ ζητούμενον ἑτοίμως ἔνεστιν εὑρεῖν διὰ τούτου·
而我认为,章节目次这类形式也是有用的;因为它的确能引导那些想要阅读的人去关注,并召唤和促使那些接触到本书的人去阅读,此外,通过它还可以轻易地找到所需寻找的任何内容。
§11.1a.3θεωρῶν δὲ διὰ πολλὰς αἰτίας καὶ τὰς τυχούσας ὀλιγωρούμενον καὶ φθειρόμενον τὸ τῶν προγραφῶν γένος, οὕτως καὶ διὰ ταῦτα πρὸς τοῦτο τὸ μέρος κατηνέχθην·
但是,看到由于许多乃至寻常的原因,章节目次这一形式被忽视并遭到破坏,我正是出于这些原因才转向了这一做法。
§11.1a.4τῆς γὰρ προεκθέσεως οὐ μόνον ἰσοδυναμούσης πρὸς τὴν προγραφήν, ἀλλὰ καὶ πλεῖόν τι δυναμένης, ἅμα δὲ καὶ χώραν ἐχούσης ἀσφαλεστέραν διὰ τὸ συμπεπλέχθαι τῇ πραγματείᾳ,
因为前置概述不仅具有与章节目次同等的作用,而且具有更大的功效,同时,由于它与叙事本身交织在一起,因而占据了一个更安全的位置。
§11.1a.5τούτῳ μᾶλλον ἐδοκιμάσαμεν χρῆσθαι τῷ μέρει παρʼ ὅλην τὴν σύνταξιν πλὴν ἓξ τῶν πρώτων βυβλίων· ἐν ἐκείνοις δὲ προγραφὰς ἐποιησάμεθα διὰ τὸ μὴ λίαν ἐναρμόζειν ἐν αὐτοῖς τὸ τῶν προεκθέσεων γένος.
因此,在除了前六卷之外的整个著作中,我更倾向于使用这一方法;而在那几卷中,由于前置概述的形式并不十分适合,我们便制作了章节目次。

词汇与语法注释

  1. §11.1a.3διὰ πολλὰς αἰτίας καὶ τὰς τυχούσας — 分词 τυχών 通常意为“寻常的、平凡的”,常与否定词连用如 οὐχ ὁ τυχών 表示“非同寻常的、重大的”。在此处并无否定词,表示“由于许多乃至寻常的(或偶然的)原因”。这暗示了章节目次由于与正文分离,在抄本流传过程中极易丢失或被篡改的实际情况。
  2. §11.1a.4τῆς γὰρ προεκθέσεως οὐ μόνον ἰσοδυναμούσης πρὸς τὴν προγραφήν, ἀλλὰ καὶ πλεῖόν τι δυναμένης, ἅμα δὲ καὶ χώραν ἐχούσης ἀσφαλεστέραν διὰ τὸ συμπεπλέχθαι τῇ πραγματείᾳ — 这是一个以 τῆς προεκθέσεως 为逻辑主语的长大属格绝对结构,表示原因,修饰 §11.1a.5 中的主句 τούτῳ μᾶλλον ἐδοκιμάσαμεν χρῆσθαι...。其中并列了三个分词 ἰσοδυναμούσης、δυναμένης 和 ἐχούσης。末尾的 διὰ τὸ συμπεπλέχθαι 是介词 διά 加上带冠词的完成时中动/被动不定式,表示“因与叙事(τῇ πραγματείᾳ)交织在一起”这一状态是其更为安全的原因。

引用这一段

波利比奥斯, 历史 §11.1a.1-11.1a.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:11.1a.1-11.1a.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。