§11.2.1Ἀσδρούβας δὲ καὶ τὸν πρὸ τούτου χρόνον καὶ κατὰ τὸν ἔσχατον καιρὸν ἀνὴρ ἀγαθὸς γενόμενος, ἐν χειρῶν νόμῳ κατέστρεψε τὸν βίον· ὃν οὐκ ἄξιον ἀνεπισήμαντον παραλιπεῖν.
而哈斯德鲁巴,无论在过去还是在最后的关头,都表现出他是一个勇敢的人,在白兵战中结束了自己的生命;对他不加提及地略过是不妥当的。
§11.2.2ὅτι μὲν ἀδελφὸς ἦν Ἀννίβου κατὰ φύσιν, καὶ διότι χωριζόμενος εἰς τὴν Ἰταλίαν τούτῳ τὰς κατὰ τὴν Ἰβηρίαν πράξεις ἐνεχείρισε, ταῦτα μὲν ἐν τοῖς πρὸ τούτων ἡμῖν δεδήλωται §11.2.3.
他实际上是汉尼拔的亲兄弟,以及汉尼拔在启程前往意大利时将西班牙的事务委托给他,这些事情我们在之前的章节中已经阐明。
παραπλησίως δὲ καὶ διότι πολλοῖς μὲν χρησάμενος ἀγῶσι πρὸς Ῥωμαίους, πολλαῖς δὲ καὶ ποικίλαις περιστάσεσι παλαίσας διὰ τὸ τοὺς ἐπαποστελλομένους ἐκ Καρχηδόνος εἰς Ἰβηρίαν στρατηγούς, ἐν πᾶσι τοῖς εἰρημένοις καιροῖς ἀξίως μὲν τοῦ πατρὸς Βάρκα, καλῶς δὲ καὶ γενναίως τὰς περιπετείας καὶ τὰς ἐλαττώσεις διετέλει φέρων, καὶ ταῦτα διὰ τῶν πρὸ τοῦ συντάξεων δεδηλώκαμεν.
同样,他曾与罗马人进行了多次战斗,并且由于从迦太基派遣到西班牙的将军们而与许多不同的困境作斗争,但在上述所有时期,他都以无愧于其父巴卡的方式,高尚且勇敢地承受着挫折和失败,这些我们在之前的著作中也已阐明。
περὶ δὲ τῶν τελευταίων ἀγώνων νῦν ἐροῦμεν, §11.2.4καθὸ μάλιστα πέφηνεν ἡμῖν ἄξιος ἐπιστάσεως εἶναι καὶ ζήλου.
但关于他最后的战斗,我们现在将予以叙述,因为在这之中,他向我们展现出最值得关注和效仿的品质。
§11.2.5τοὺς γὰρ πλείστους ἰδεῖν ἔστι τῶν στρατηγῶν καὶ τῶν βασιλέων, ἐπειδὰν συνιστῶνται τοὺς ὑπὲρ τῶν ὅλων ἀγῶνας, τὰ μὲν ἐκ τῶν κατορθωμάτων ἔνδοξα καὶ λυσιτελῆ συνεχῶς λαμβάνοντας ὑπὸ τὴν ὄψιν, καὶ πολλάκις ἐφιστάνοντας καὶ διαλογιζομένους πῶς ἑκάστοις χρήσονται, κατὰ λόγον σφίσι χωρησάντων τῶν πραγμάτων, §11.2.6τὰ δʼ ἐκ τῶν ἀποπτωμάτων οὐκέτι πρὸ ὀφθαλμῶν τιθεμένους, οὐδʼ ἐν νῷ λαμβάνοντας πῇ καὶ τί πρακτέον ἑκάστοις ἐστὶ κατὰ τὰς περιπετείας.
因为我们可以看到,大多数将军和君王在投入决定生死的全局性战斗时,总是不断在眼前浮现成功所带来的荣耀和利益,并经常思考和规划,如果事情按计划顺利进行,他们将如何利用这些成果;然而,他们却不再把失败的后果放在眼前,也不在脑海中思考在遭遇逆境时,每个人应该如何以及做什么。
καίτοι τὸ μὲν ἕτοιμόν ἐστι, τὸ δὲ πολλῆς δεῖται προνοίας.
然而,前者是容易做到的,后者却需要极大的远见。
§11.2.7τοιγαροῦν οἱ πλεῖστοι διὰ τὴν αὑτῶν ἀγεννίαν καὶ τὴν ἐν τούτοις ἀβουλίαν αἰσχρὰς μὲν ἐποίησαν τὰς ἥττας, εὐγενῶς πολλάκις ἠγωνισμένων τῶν στρατιωτῶν, κατῄσχυναν δὲ τὰς πρὸ τούτου πράξεις, ἐπονείδιστον δὲ σφίσι τὸν καταλειπόμενον ἐποίησαν βίον.
因此,他们中的大多数人,由于自身的懦弱以及在这些事上的毫无谋略,尽管士兵们往往进行了英勇的战斗,却仍造成了可耻的失败,玷污了他们先前的功绩,并使自己的余生蒙受耻辱。
§11.2.8διότι δὲ πολλοὶ τῶν ἡγουμένων περὶ τοῦτο τὸ μέρος σφάλλονται, καὶ διότι μεγίστην ἐν τούτοις ἔχει διαφορὰν ἀνὴρ ἀνδρός, εὐχερὲς τῷ βουλομένῳ καταμαθεῖν· πολλὰ γὰρ ὑποδείγματα τῶν τοιούτων πεποίηκεν ὁ προγεγονὼς χρόνος.
许多领导者在这一环节上犯错,以及在这些事上人与人之间存在着极大的差异,这对于任何想要了解的人来说都是显而易见的;因为过去的时间已经提供了许多这样的先例。
§11.2.9Ἀσδρούβας δʼ, ἕως μὲν ἦν ἐλπὶς ἐκ τῶν κατὰ λόγον τοῦ δύνασθαι πράττειν ἄξιόν τι τῶν προβεβιωμένων, οὐδενὸς μᾶλλον προενοεῖτο κατὰ τοὺς κινδύνους ὡς τῆς αὑτοῦ σωτηρίας· §11.2.10ἐπεὶ δὲ πάσας ἀφελομένη τὰς εἰς τὸ μέλλον ἐλπίδας ἡ τύχη συνέκλεισε πρὸς τὸν ἔσχατον καιρόν, οὐδὲν παραλιπὼν οὔτε περὶ τὴν παρασκευὴν οὔτε κατὰ τὸν κίνδυνον πρὸς τὸ νικᾶν, οὐχ ἧττον πρόνοιαν εἶχε καὶ τοῦ σφαλεὶς τοῖς ὅλοις ὁμόσε χωρῆσαι τοῖς παροῦσι καὶ μηδὲν ὑπομεῖναι τῶν προβεβιωμένων ἀνάξιον.
而哈斯德鲁巴,只要根据合理的推算还有希望能够做出无愧于其过往一生的成就,在危险中他就最先考虑自己的安全;但当命运夺走了对未来的所有希望,将他逼入最后的时刻时,虽然他在准备和危险本身中都没有遗漏任何争取胜利的努力,但他同样做好了准备,一旦全局失败,便毅然面对眼前的现实,绝不忍受任何有愧于其过往一生的耻辱。
§11.2.11ταῦτα μὲν οὖν ἡμῖν εἰρήσθω περὶ τῶν ἐν πράγμασιν ἀναστρεφομένων, ἵνα μήτε προπετῶς κινδυνεύοντες σφάλλωσι τὰς τῶν πιστευσάντων ἐλπίδας μήτε φιλοζωοῦντες παρὰ τὸ δέον αἰσχρὰς καὶ
因此,让我们对这些投身于公共事务的人发表上述议论,以免他们因鲁莽地冒险而辜负信任他们的人的期望,也不至于因违背职责而苟且偷生,从而导致可耻和