Humanitext Reader

波利比奥斯 · 历史 §10.36.1-10.36.7

胜者的傲慢与维持统治的教训

第 682 段,共 1311 段 · 希腊语

内容简介

阐述了迦太基人在取得暂时的大胜后骄傲自满、压迫属民导致其反叛的失败。由此提出了一个教训:维护统治必须一贯坚持与夺取政权时相同的温和原则。

§10.36.1ὃ δὴ καὶ περὶ πολλοὺς ἤδη γέγονε.
这种情况实际上已经在许多人身上发生过了。
μεγάλου γὰρ ὄντος, ὡς πλεονάκις ἡμῖν εἴρηται, τοῦ κατορθοῦν ἐν πράγμασι καὶ περιγίνεσθαι τῶν ἐχθρῶν ἐν ταῖς ἐπιβολαῖς, πολλῷ μείζονος ἐμπειρίας προσδεῖται καὶ φυλακῆς τὸ καλῶς χρήσασθαι τοῖς κατορθώμασι·
因为正如我们屡次指出的那样,在事务中取得成功并在计划中战胜敌人固然是一件伟大的事,但若要妥善利用这些成功,则需要多得多的经验和警惕。
§10.36.2διὸ καὶ πολλαπλασίους ἂν εὕροι τις τοὺς ἐπὶ προτερημάτων γεγονότας τῶν καλῶς τοῖς προτερήμασι κεχρημένων. ὃ καὶ τότε περὶ τοὺς Καρχηδονίους συνέβη γενέσθαι.
因此,人们会发现,获得优势的人要比妥善利用优势的人多出许多倍。 而这也正是当时发生在迦太基人身上的事情。
§10.36.3μετὰ γὰρ τὸ νικῆσαι μὲν τὰς Ῥωμαίων δυνάμεις, ἀποκτεῖναι δὲ τοὺς στρατηγοὺς ἀμφοτέρους, Πόπλιον καὶ Γνάϊον, ὑπολαβόντες ἀδήριτον αὐτοῖς ὑπάρχειν τὴν Ἰβηρίαν, ὑπερηφάνως ἐχρῶντο τοῖς κατὰ τὴν χώραν.
因为在击败罗马军队并杀害了普布利乌斯和格奈乌斯两位将军之后,他们以为伊比利亚已无可争议地属于他们,便对该地的居民表现得极其傲慢。
§10.36.4τοιγαροῦν ἀντὶ συμμάχων καὶ φίλων πολεμίους ἔσχον τοὺς ὑποταττομένους.
结果,服从他们统治的人变成了他们的敌人,而不是盟友和朋友。
§10.36.5καὶ τοῦτʼ εἰκότως ἔπαθον·
他们落得如此下场也是理所当然的。
ἄλλως μὲν γὰρ ἐπειδήπερ ὑπέλαβον δεῖν κτᾶσθαι τὰς ἀρχάς, ἄλλως δὲ τηρεῖν, οὐκ ἔμαθον διότι κάλλιστα φυλάττουσι τὰς ὑπεροχὰς οἱ κάλλιστα διαμείναντες ἐπὶ τῶν αὐτῶν προαιρέσεων, αἷς ἐξ ἀρχῆς κατεκτήσαντο τὰς δυναστείας,
因为他们以为应当用一种方法夺取政权,而用另一种方法维护政权,却没有学到这一道理:那些最能坚持最初获取权力的原则的人,才最能完美地保持其优势。
§10.36.6καίτοι γε προφανοῦς ὄντος καὶ ἐπὶ πολλῶν ἤδη τεθεωρημένου διότι κτῶνται μὲν ἄνθρωποι τὰς εὐκαιρίας εὖ ποιοῦντες καὶ προτεινόμενοι τὴν ἀγαθὴν ἐλπίδα τοῖς πέλας, §10.36.7ἐπειδὰν δὲ τῶν ἐπιθυμουμένων τυχόντες κακῶς ποιῶσι καὶ δεσποτικῶς ἄρχωσι τῶν ὑποτεταγμένων, εἰκότως ἅμα ταῖς τῶν προεστώτων μεταβολαῖς συμμεταπίπτουσι καὶ τῶν ὑποταττομένων αἱ προαιρέσεις.
尽管这已是显而易见、并在许多事例中得到证实的事实:人们是通过施予恩惠并向邻人展示良好的希望来获得良机的,但当他们实现了愿望,却开始作恶并对属民实行暴虐统治时,属民的意愿自然也会随着统治者的转变而发生相应的改变。
ὃ καὶ τότε συνέβη τοῖς Καρχηδονίοις.
而这也正是当时发生在迦太基人身上的事情。

词汇与语法注释

  1. §10.36.1μεγάλου γὰρ ὄντος ... τοῦ κατορθοῦν — 带有现在分词 ὄντος 的属格绝对结构。冠词性不定式短语 τοῦ κατορθοῦν ... καὶ περιγίνεσθαι 是该结构的语法主语,而中性形容词 μεγάλου 作其表语,对紧随其后的主句表示让步(或原因)。
  2. §10.36.1πολλῷ μείζονος ἐμπειρίας προσδεῖται — 动词 προσδεῖται(需要)的语法主语是后文的冠词性不定式短语 τὸ καλῶς χρήσασθαι τοῖς κατορθώμασι。该动词依其性质,支配属格(πολλῷ μείζονος ἐμπειρίας καὶ φυλακῆς)作为其所要求的对象。
  3. §10.36.2τῶν καλῶς τοῖς προτερήμασι κεχρημένων — 比较属格。它指明了带有比较意味的形容词 πολλαπλασίους(多出许多倍的)的比较基准,意为“(获得优势的人)比(妥善利用优势的人要多出许多倍)”。
  4. §10.36.5ἄλλως μὲν ... ἄλλως δὲ — 意为“用一种方法……,用另一种方法……”的对比。它并列地表达了迦太基人方面的错误认知,即夺取与维护这两种行为应当以不同的方式进行。不定式 κτᾶσθαι 和 τηρεῖν 均依附于 δεῖν。
  5. §10.36.6προφανοῦς ὄντος ... διότι — 使用形容词 προφανής(显而易见的)中性单数属格的非人称属格绝对结构。由连词 διότι(= ὅτι,“……这一事实”)引导的名词从句构成了这一“显而易见”的逻辑主语(实质内容)。

引用这一段

波利比奥斯, 历史 §10.36.1-10.36.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:10.36.1-10.36.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。